호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὺσ γυμνοσοφιστὰσ λέγεισ. ἀκούω γοῦν τὰ τε ἄλλα περὶ αὐτῶν καὶ ὅτι ἐπὶ πυρὰν μεγίστην ἀναβάντεσ ἀνέχονται καιόμενοι, οὐδὲν τοῦ σχήματοσ ἢ τῆσ καθέδρασ ἐντρέποντεσ. ^ ἀλλ’ οὐ μέγα τοῦτο· ἔναγχοσ γοῦν καὶ Ὀλυμπίασιν τὸ ὅμοιον ἐγὼ εἶδον γενόμενον, εἰκὸσ δὲ καὶ σὲ παρεῖναι καιομένου τότε τοῦ γέροντοσ. οὐδὲ ἀνῆλθον, ὦ πάτερ, εἰσ Ὀλυμπίαν δέει τῶν καταράτων ἐκείνων οὓσ ἔφην, ὅτι πολλοὺσ αὐτῶν ἑώρων ἀπιόντασ, ὡσ λοιδορήσαιντο τοῖσ ξυνεληλυθόσι καὶ βοῆσ τὸν ὀπισθόδομον ἐμπλήσωσιν ὑλακτοῦντεσ, ὥστε οὐδὲ εἶδον ἐκεῖνον ὅπωσ ἀπέθανεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기