호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πόθεν, ὦ μακάριε, κατ εἰρήνην ἐκεῖνοι, οἵ γε ξυμπεσόντες ὅλας ἁμάξας βλασφημιῶν κατεσκέδασαν ἀλλήλων, κεκραγότες καὶ ὑπερδιατεινόμενοι ·? ἦ που, ὦ Λυκῖνε, περὶ τῶν λόγων διεφέροντο τὰ συνήθη ταῦτα, ἑτερόδοξοι τυγχάνοντες· οὐδαμῶς, ἀλλ ἑτεροῖόν τι τοῦτο ἦν: ὁμόδοξοι γὰρ ἄμφω καὶ ἀπὸ τῶν αὐτῶν λόγων. δίκη δὲ ὅμως συνειστήκει καὶ δικασταὶ ψηφοφοροῦντες ἦσαν οἱ ἄριστοι καὶ πρεσβύτατοι καὶ σοφώτατοι τῶν ἐν τῇ πόλει καὶ ἐφ ὧν ἄν τις ᾐδέσθη παρὰ μέλος τι φθεγξάμενος, οὐχ ὅπως ἐς τοσαύτην ἀναισχυντίαν τραπόμενος, οὐκοῦν λέγοις ἂν ἤδη τὸ κεφάλαιον τῆς δίκης, ὡς καὶ αὐτὸς εἰδείην ὅ τι σοὶ τὸ κεκινηκὸς εἰή τὸν τοσοῦτον γέλωτα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기