- 텍스트

Lucian, Dialogi Marini, zephyrus and notus, chapter 1

(루키아노스, Dialogi Marini, zephyrus and notus, chapter 1)

Οὐ πώποτε πομπὴν ἐγὼ μεγαλοπρεπεστέραν εἶδον ἐν τῇ θαλάττῃ, ἀφ᾿ οὗ γέ εἰμι καὶ πνέω.? σὺ δὲ οὐκ εἶδες, ὦ Νότε· Τίνα ταύτην λέγεις, ὦ Ζέφυρε, τὴν πομπήν· ἢ τίνες οἱ πέμποντες ἦσαν· Ἡδίστου θεάματος ἀπελείφθης, οἱο῀ν οὐκ ἂν ἄλλο ἴδοις ἔτι. Περὶ τὴν ἐρυθρὰν γὰρ θάλατταν εἰργαζόμην, ἐπέπνευσα δὲ καὶ μέρος τῆς Ἰνδικῆς, ὅσα παράλια τῆς χώρας: οὐδὲν οὖν οἶδα ὧν λέγεις. Ἀλλὰ τὸν Σιδώνιον Ἀγήνορα οἶδας· Ναί: τὸν τῆς Εὐρώπης πατέρα. τί μην· Περὶ αὐτῆς ἐκείνης διηγήσομαί σοι. Μῶν ὅτι ὁ Ζεὺς ἐραστὴς τῆς παιδὸς ἐκ πολ λοῦ· τοῦτο γὰρ καὶ πάλαι ἠπιστάμην. Οὐκοῦν τὸν μὲν ἔρωτα οἶσθα, τὰ μετὰ ταῦτα δὲ ἤδη ἄκουσον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION