호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐγὼ ὑμῖν φράσω τὸ πᾶν ὡς ἐγένετο:? ἐστάλη μὲν οὗτος ἐπὶ τὰς Γοργόνας ἆθλόν τινα τοῦτον τῷ βασιλεῖ ἐπιτελῶν, ἐπεὶ δὲ ἀφίκετο ἐς τὴν Λιβύην - Πῶς, ὦ Τρίτων· μόνος· ἢ καὶ ἄλλους συμμάχους ἦγεν· ἄλλως γὰρ δύσπορος ἡ ὁδός. διὰ τοῦ ἀέρος: ὑπόπτερον γὰρ αὐτὸν ἡ Αθηνᾶ ἔθηκεν. ἐπεὶ δ᾿ οὖν ἧκεν ὅπου διῃτφντο, αἱ μὲν ἐκάθευδον, οἶμαι, ὁ δὲ ἀποτεμὼν τῆς Μεδούσης την κεφαλὴν ᾤχετο ἀποπτάμενος. Πῶς ἰδών· ἀθέατοι γάρ εἰσιν: ἢ ὃς ἂν ἴδῃ, οὐκ ἄν τι ἄλλο μετὰ ταύτας ἴδοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기