- 텍스트

Lucian, Dialogi Marini, triton and nhrides, chapter 2

(루키아노스, Dialogi Marini, triton and nhrides, chapter 2)

Ἐγὼ ὑμῖν φράσω τὸ πᾶν ὡς ἐγένετο:? ἐστάλη μὲν οὗτος ἐπὶ τὰς Γοργόνας ἆθλόν τινα τοῦτον τῷ βασιλεῖ ἐπιτελῶν, ἐπεὶ δὲ ἀφίκετο ἐς τὴν Λιβύην - Πῶς, ὦ Τρίτων· μόνος· ἢ καὶ ἄλλους συμμάχους ἦγεν· ἄλλως γὰρ δύσπορος ἡ ὁδός. διὰ τοῦ ἀέρος: ὑπόπτερον γὰρ αὐτὸν ἡ Αθηνᾶ ἔθηκεν. ἐπεὶ δ᾿ οὖν ἧκεν ὅπου διῃτφντο, αἱ μὲν ἐκάθευδον, οἶμαι, ὁ δὲ ἀποτεμὼν τῆς Μεδούσης την κεφαλὴν ᾤχετο ἀποπτάμενος. Πῶς ἰδών· ἀθέατοι γάρ εἰσιν: ἢ ὃς ἂν ἴδῃ, οὐκ ἄν τι ἄλλο μετὰ ταύτας ἴδοι. Ἡ Ἀθηνᾶ τὴν ἀσπίδα προφαίνουσα - τοιαῦτα γὰρ ἤκουσα διηγουμένου αὐτοῦ πρὸς τὴν Ἀνδρομέδαν καὶ πρὸς τὸν Κηφέα ὕστερον - ἡ Ἀθηνᾶ δὴ ἐπὶ τῆς ἀσπίδος ἀποστιλβούσης ὥσπερ ἐπὶ τοῦ κατόπτρου παρέσχεν αὐτῷ ἰδεῖν τὴν εἰκόνα τῆς Μεδούσης: εἶτα λαβόμενος τῇ λαιᾷ τῆς κόμης, ἐνορῶν δ᾿ ἐς τὴν εἰκόνα, τῇ δεξιᾷ τὴν ἁρ´πην ἔχων, ἀπέτεμε τὴν κεφαλὴν αὐτῆς, καὶ πρὶν ἀνεγρέσθαι τὰς ἀδελφὰς ἀνέπτατο.?

상위

Dialogi Marini

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION