- 텍스트

Lucian, Dialogi Marini, triton and nhrides, chapter 1

(루키아노스, Dialogi Marini, triton and nhrides, chapter 1)

Τὸ κῆτος ὑμῶν, ὦ Νηρηίδες, ὃ ἐπὶ τὴν τοῦ Κηφέως θυγατέρα τὴν Ἀνδρομέδαν ἐπέμψατε, οὔτε τὴν παῖδα ἠδίκησεν, ὡς οἰέσθε, καὶ αὐτὸ ἤδη τέθνηκεν.? Ὑπὸ τίνος, ὦ Τρίτων· ἢ ὁ Κηφεὺς καθάπερ δέλεαρ προθεὶς τὴν κόρην ἀπέκτεινεν ἐπιών, λοχήσας μετὰ πολλῆς δυνάμεως· Οὔκ: ἀλλὰ ἴστε, οἶμαι, ὦ Ἰφιάνασσα, τὸν Περσέα, τὸ τῆς Δανάης παιδίον, ὃ μετὰ τῆς μητρὸς ἐν τῇ κιβωτῷ ἐμβληθὲν ἐς τὴν θάλατταν ὑπὸ τοῦ μητροπάτορος ἐσώσατε οἰκτείρασαι αὐτούς. Οἶδα ὃν λέγεις: εἰκὸς δὲ ἤδη νεανίαν εἶναι καὶ μάλα γενναῖόν τε καὶ καλὸν ἰδεῖν. Οὗτος ἀπέκτεινε τὸ κῆτος. διὰ τί, ὦ Τρίτων· οὐ γὰρ δὴ σῶστρα ἡμῖν τοιαῦτα ἐκτίνειν αὐτὸν ἐχρῆν.?

상위

Dialogi Marini

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION