- 텍스트

Lucian, Dialogi Marini, xanthus and thalassa, chapter 1

(루키아노스, Dialogi Marini, xanthus and thalassa, chapter 1)

Δέξαι με, ὦ θάλασσα, δεινὰ πεπονθότα καὶ κατάσβεσόν μου τὰ τραύματα.? Τί τοῦτο, ὦ Ξάνθε· τίς σε κατέκαυσεν· Ὁ Ἥφαιστος. ἀλλ᾿ ἀπηνθράκωμαι ὅλος ὁ κακοδαίμων καὶ ζέω. διὰ τί δαί σοι καὶ ἐνέβαλε τὸ πῦρ· διὰ τὸν ταύτης υἱὸν τῆς Θέτιδος: ἐπεὶ γὰρ φονεύοντα τοὺς Φρύγας ἱκετεύσας οὐκ ἔπαυσα τῆς ὀργῆς, ἀλλ᾿ ὑπὸ τῶν νεκρῶν ἐνέφραττέ μοι τὸν ῥοῦν, ἐλεήσας τοὺς ἀθλίους ἐπῆλθον ἐπικλύσαι ἐθέλων, ὡς φοβηθεὶς ἀπόσχοιτο τῶν ἀνδρῶν.?

상위

Dialogi Marini

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION