- 텍스트

Lucian, Dialogi Marini, triton, amymone, and poseidon, chapter 3

(루키아노스, Dialogi Marini, triton, amymone, and poseidon, chapter 3)

Καλή, ὦ Τρίτων, καὶ ὡραία παρθένος:? ἀλλὰ συλληπτέα ἡμῖν ἐστιν. Ἄνθρωπε, ποῖ με ξυναρπάσας ἄγεις· ἀνδραποδιστὴς εἶ, καὶ ἐοίκας ἡμῖν ὑπ᾿ Αἰγύπτου τοῦ θείου ἐπιπεμφθῆναι: ὥστε βοήσομαι τὸν πατέρα. Σιώπησον, ὦ Ἀμυμώνη: Ποσειδῶν ἐστι. Τί Ποσειδῶν λέγεις· τί βιάζῃ με, ὦ ἄνθρωπε, καὶ ἐς τὴν θάλατταν καθέλκεις· ἐγὼ δὲ ἀποπνιγήσομαι ἡ ἀθλία καταδῦσα. Θάρρει, οὐδὲν δεινὸν μὴ πάθῃς: πηγὴν ἐπώνυμόν σοι ἀναδοθῆναι ἐάσω ἐνταῦθα πατάξας τῇ τριαίνῃ τὴν πέτραν πλησίον τοῦ κλύσματος, καὶ σὺ εὐδαίμων ἔσῃ καὶ μόνη τῶν ἀδελφῶν οὐχ ὑδροφορήσεις ἀποθανοῦσα.?

상위

Dialogi Marini

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION