호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μόνη δὲ παραγίνεται μακρὰν οὕτω τὴν ὁδὸν ἐξ Ἄργους ἐς Λέρναν·? Μόνη: πολυδίψιον δὲ τὸ Ἄργος, ὡς οἶσθα: ὥστε ἀνάγκη ἀεὶ ὑδροφορεῖν. Ὦ Τρίτων, οὐ μετρίως διετάραξάς με εἰπὼν τὰ περὶ τῆς παιδός: ὥστε ἰώμεν ἐπ᾿ αὐτήν. Ιὤμεν: ἤδη γοῦν καιρὸς τῆς ὑδροφορίας: καὶ σχεδόν που κατὰ μέσην τὴν ὁδόν ἐστιν ἰοῦσα ἐς τὴν Λέρναν. Οὐκοῦν ζεῦξον τὸ ἁρ´μα: ἢ τοῦτο μὲν πολλὴν ἔχει τὴν διατριβὴν ὑπάγειν τοὺς ἵππους τῇ ζεύγλῃ καὶ τὸ ἁρ´μα ἐπισκευάζειν, σὺ δὲ ἀλλὰ δελφῖνά μοί τινα τῶν ὠκέων παράστησον: ἐφιππάσομαι γὰρ ἐπ᾿ αὐτοῦ τάχιστα. Ἰδού σοι οὑτοσὶ δελφίνων ὁ ὠκύτατος. Εὖ γε: ἀπελαύνωμεν: σὺ δὲ παρανήχου, ὦ Τρίτων. κἀπειδὴ πάρεσμεν ἐς τὴν Λέρναν, ἐγὼ μὲν λοχήσω ἐνταῦθά που, σὺ δὲ ἀποσκόπει: ὁπόταν αἴσθῃ προσιοῦσαν αὐτὴν - Αὕτη σοι πλησίον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기