- 텍스트

Lucian, Dialogi Marini, poseidon and alpheios, chapter 2

(루키아노스, Dialogi Marini, poseidon and alpheios, chapter 2)

Οἶδα οὐκ ἄμορφον, ὦ Ἀλφειέ, τὴν Ἀρέθουσαν, ἀλλὰ διαυγής τέ ἐστι καὶ διὰ καθαροῦ ἀναβλύζει καὶ τὸ ὕδωρ ἐπιπρέπει ταῖς ψηφίσιν ὅλον ὑπὲρ αὐτῶν φαινόμενον ἀργυροειδές.? Ὡς ἀληθῶς οἶσθα τὴν πηγήν, ὦ Πόσειδον: παῤ ἐκείνην οὖν ἀπέρχομαι. Ἀλλ᾿ ἄπιθι μὲν καὶ εὐτύχει ἐν τῷ ἔρωτι: ἐκεῖνο δέ μοι εἰπέ, ποῦ τὴν Ἀρέθουσαν εἶδες αὐτὸς μὲν Αρκὰς ὤν, ἡ δὲ ἐν Συρακούσαις ἐστίν· Ἐπειγόμενόν με κατέχεις, ὦ Πόσειδον, περίεργα ἐρωτῶν. Εὖ λέγεις: χώρει παρὰ τὴν ἀγαπωμένην, καὶ ἀναδὺς ἀπὸ τῆς θαλάττης ξυναυλίᾳ μίγνυσο τῇ πηγῇ καὶ ἓν ὕδωρ γίγνεσθε.?

상위

Dialogi Marini

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION