- 텍스트

Lucian, De saltatione, (no name) 4:

(루키아노스, De saltatione, (no name) 4:)

παπαῖ, ὦ Κράτων, ὡς κάρχαρόν τινα ἔλυσας ἐφ ἡμᾶς τὸν σαυτοῦ κύνα.? πλὴν τό γε παράδειγμα,, τὴν τῶν Λωτοφάγων καὶ Σειρήνων εἰκόνα, πάνυ ἀνομοιοτάτην μοι δοκεῖς εἰρηκέναι ὧν πέπονθα, παρ ὅσον τοῖς μὲν τοῦ λωτοῦ γευσαμένοις καὶ τῶν Σειρήνων ἀκούσασιν ὄλεθρος ἦν τῆς τε ἐδωδῆς καὶ τῆς ἀκροάσεως τοὐπιτίμιον, ἐμοὶ δὲ πρὸς τῷ τὴν ἡδονὴν παρὰ πολὺ ἡδίω πεφυκέναι ^ καὶ τό τέλος ἀγαθὸν ἀποβέβηκεν οὐ γὰρ εἰς λήθην τῶν οἴκοι οὐδ εἰς ἀγνωσίαν τῶν κατ ἐμαυτὸν περιίσταμαι, ἀλλ εἰ χρὴ μηδὲν ὀκνήσαντα εἰπεῖν, μακρῷ πινυτώτερος καὶ τῶν ἐν τῷ βίῳ διορατικώτερος ἐκ τοῦ θεάτρου σοι ἐπανελήλυθα. "τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. Ἡράκλεις, ὦ Λυκῖνε, οἱᾶ πέπονθας, ὃς οὐδ αἰσχύνῃ ἐπ αὐτοῖς, ἀλλὰ καὶ σεμνυνομένῳ ἐοίκας. τὸ γοῦν δεινότατον τοῦτό ἐστιν, ὅτι μηδὲ ἰάσεώς τινα ἡμῖν ὑποφαίνεις ἐλπίδα, ἐπαινεῖν τολμῶν τὰ οὕτως αἰσχρὰ καὶ κατάπτυστα.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION