호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ νὴ Δία ὁ μὲν βίοσ τοῦ παρασίτου κρείττων ἐστὶν τοῦ τῶν ῥητόρων καὶ τῶν φιλοσόφων, ὁ δὲ θάνατοσ φαυλότεροσ; πάνυ μὲν οὖν τοὐναντίον παρὰ πολὺ εὐδαιμονέστεροσ. φιλοσόφουσ μὲν γὰρ ἴσμεν ἅπαντασ ἢ τοὺσ πλείστουσ κακοὺσ κακῶσ ἀποθανόντασ, τοὺσ μὲν ἐκ καταδίκησ, ἑαλωκότασ ἐπὶ τοῖσ μεγίστοισ ἀδικήμασι, φαρμάκῳ, τοὺσ δὲ καταπρησθέντασ τὸ σῶμα ἅπαν, τοὺσ δὲ ἀπὸ δυσουρίασ φθινήσαντασ, τοὺσ δὲ φυγόντασ. παρασίτου δὲ θάνατον οὐδεὶσ ἔχει τοιοῦτον εἰπεῖν, ἀλλὰ τὸν εὐδαιμονέστατον φαγόντοσ καὶ πιόντοσ. εἰ δέ τισ καὶ δοκεῖ βιαίῳ τετελευτηκέναι θανάτῳ, ἀπεπτήσασ ἀπέθανεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기