호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν καὶ πάντες ὁμοῦ καὶ φιλόσοφοι καὶ ῥήτορες φοβοῦνται μάλιστα.? τοὺς γέ τοι πλείστους αὐτῶν εὑρ´οι τις ἂν μετὰ ξύλου προϊόντας, οὐκ ἂν δή που, εἰ μὴ ἐφοβοῦντο, ὡπλισμένους, καὶ τὰς θύρας δὲ μάλα ἐρρωμένως ἀποκλείοντας, μή τις ἄρα νύκτωρ ἐπιβουλεύσειεν αὐτοῖς δεδιότας. ὁ δὲ τὴν θύραν τοῦ δωματίου προστίθησιν εἰκῆ, καὶ τοῦτο ὡς μὴ ὑπ ἀνέμου ἀνοιχθείη, καὶ γενομένου ψόφου νύκτωρ οὐδέν τι μᾶλλον θορυβεῖται ἢ μὴ γενομένου, καὶ δι ἐρημίας δὲ ἀπιὼν ἄνευ ξίφους ὁδεύει: φοβεῖται γὰρ οὐδὲν οὐδαμοῦ. φιλοσόφους δὲ ἤδη ἐγὼ πολλάκις εἶδον, οὐδενὸς ὄντος δεινοῦ, τόξα ἐνεσκευασμένους: ξύλα μὲν γὰρ ἔχουσιν καὶ εἰς βαλανεῖον ἀπιόντες καὶ ἐπ ἄριστον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기