- 텍스트

Lucian, De parasito sive artem esse parasiticam, (no name) 53:

(루키아노스, De parasito sive artem esse parasiticam, (no name) 53:)

εὑρ´οις δ ἂν οὐ μόνον ταῦτα περὶ τούτους, ἀλλὰ καὶ ἄλλα πάθη, οἱο῀ν λύπας καὶ ὀργὰς καὶ φθόνους καὶ παντοίας ἐπιθυμίας.? ὅ γε μὴν παράσιτος ἔξωθεν τούτων ἐστὶν ἁπάντων: οὔτε γὰρ ὀργίζεται δι ἀνεξικακίαν καὶ ὅτι οὐκ ἔστιν αὐτῷ ὅτῳ ὀργισθείη: καὶ εἰ ἀγανακτήσειεν δέ ποτε, ἡ ὀργὴ αὐτοῦ χαλεπὸν μὲν οὐδὲ σκυθρωπὸν οὐδὲν ἀπεργάζεται, μᾶλλον δέ γέλωτα, καὶ εὐφραίνει τοὺς συνόντας. λυπεῖταί γε μὴν ἥκιστα πάντων, τοῦτο τῆς τέχνης παρασκευαζούσης αὐτῷ καὶ χαριζομένης, μὴ ἔχειν ὑπὲρ ὅτου λυπηθείη: οὔτε γὰρ χρήματά ἐστιν αὐτῷ οὔτε οἶκος οὔτε οἰκέτης οὔτε γυνὴ οὔτε παῖδες, ὧν διαφθειρομένων πᾶσα ἀνάγκη ἐστὶ λυπεῖσθαι τὸν ἔχοντα αὐτά ἐπιθυμεῖ δὲ οὔτε δόξης οὔτε χρημάτων, ἀλλ οὐδὲ ὡραίου τινός.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION