호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν καὶ αὐτὸς ἐπίσταμαι:? οὔπω γε μὴν δοκῶ μοι γιγνώσκειν, πῶς δὴ τὼ ἄνδρε τῷ Ἀγαμέμνονι παράσιτοι ἦσαν. . ἀναμνήσθητι, ὦ γενναῖε, τῶν ἐπῶν ἐκείνων ὧνπερ αὐτὸς ὁ Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα λέγει. ποίων· ^ σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχ ὥσπερ ἐμοὶ πιέειν ὅτε θυμὸς ἀνώγοι. ἐνταῦθα γὰρ τὸ αἰεὶ πλεῖον δέπας εἴρηκεν οὐχ ὅτι τὸ ποτήριον διὰ παντὸς πλῆρες ἑστήκει τῷ Ἰδομενεῖ καὶ μαχομένῳ καὶ καθεύδοντι, ἀλλ ὅτι αὐτῷ δι ὅλου τοῦ βίου μόνῳ συνδειπνεῖν ὑπῆρχεν τῷ βασιλεῖ, οὐχ ὥσπερ τοῖς λοιποῖς στρατιώταις πρὸς ἡμέρας τινὰς καλουμένοις. φησίν, κατὰ τιμὴν ἀξιωθέντα ὀψὲ τοῦ παρὰ τῷ βασιλεῖ δείπνου. ὁ δὲ Ἰδομενεὺς καὶ ὁ Νέστωρ ὁσημέραι συνεδείπνουν τῷ βασιλεῖ, ὡς αὐτός φησιν. Νέστωρ δὲ παράσιτός μοι δοκεῖ τῶν βασιλέων μάλιστα τεχνίτης καὶ ἀγαθὸς γενέσθαι: οὐ γὰρ ἐπὶ τοῦ Ἀγαμέμνονος ἄρξασθαι τῆς τέχνης, ἀλλὰ ἄνωθεν ἐπὶ Καινέως καὶ Ἐξαδίου: δοκεῖ δὲ οὐδὲ ἂν παύσασθαι παρασιτῶν, εἰ μὴ ὁ Ἀγαμέμνων ἀπέθανεν. οὑτοσὶ μὲν γενναῖος ὁ παράσιτος. εἰ δὲ καὶ ἄλλους τινὰς οἶσθα, πειρῶ λέγειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기