- 텍스트

Lucian, De parasito sive artem esse parasiticam, (no name) 27:

(루키아노스, De parasito sive artem esse parasiticam, (no name) 27:)

κοινῇ μὲν οὖν ἀμφοῖν διαφέρει καὶ τῆς ῥητορικῆς καὶ τῆς φιλοσοφίας, πρῶτον κατὰ τὴν ὑπόστασιν:? μίαν μὲν γὰρ τὴν φιλοσοφίαν εἶναι λέγουσιν, αὐτοὶ δὲ αὐτὴν ^ ποιοῦσι πολλάς. ἡ μὲν γὰρ ὑφέστηκεν, αἱ δὲ οὔ. οὔτε γὰρ τὴν ῥητορικὴν ἕν τι καὶ τὸ αὐτὸ νομίζομεν, ἀλλ οἱ μὲν τέχνην, οἱ δὲ τοὐναντίον ἀτεχνίαν, ἄλλοι δὲ κακοτεχνίαν, ἄλλοι δὲ ἄλλο τι. ὁμοίως δὲ καὶ τὴν φιλοσοφίαν οὐ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, ἑτέρως μὲν γὰρ Ἐπικούρῳ δοκεῖ τὰ πράγματα ἔχειν, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς Στοᾶς, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς Ἀκαδημίας, ἑτέρως δὲ τοῖς ἀπὸ τοῦ Περιπάτου, καὶ ἁπλῶς ἄλλος ἄλλην ἀξιοῖ τὴν φιλοσοφίαν εἶναι: καὶ μέχρι γε νῦν οὔτε οἱ αὐτοὶ γνώμης κρατοῦσιν οὔτε αὐτῶν ἡ τέχνη μία φαίνεται. ἐξ ὧν δῆλον ὅ τι τεκμαίρεσθαι καταλείπεται. ἀρχὴν γάρ φημι μηδὲ ^ εἶναι τέχνην ἧς οὐκ ἔστιν ὑπόστασις. ἐπεὶ τί δὴ ποτε ἀριθμητικὴ μὲν μία ἐστὶ καὶ ἡ αὐτὴ ^ καὶ δὶς δύο παρά τε ^ ἡμῖν καὶ παρὰ Πέρσαις τέσσαρά ἐστιν καὶ συμφωνεῖ ταῦτα καὶ παρὰ Ἕλλησι καὶ βαρβάροις, φιλοσοφίας δὲ πολλὰς καὶ διαφόρους ὁρῶμεν καὶ οὔτε τὰς ἀρχὰς οὔτε τά τέλη σύμφωνα πασῶν· ἀληθῆ λέγεις:?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION