- 텍스트

Lucian, De parasito sive artem esse parasiticam, (no name) 8:

(루키아노스, De parasito sive artem esse parasiticam, (no name) 8:)

καὶ μὴν οὐδὲ τοιοῦτὸν τί ἐστιν ἡ παρασιτικὴ ὁποῖον τὸ κάλλος καὶ ἡ ἰσχύς, ὥστε τέχνην μὲν μὴ δοκεῖν αὐτήν, δύναμιν δέ τινα τοιαύτην.? ἀληθῆ λέγεις. ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστὶν ἡ γὰρ ἀτεχνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ. φέρε γάρ, εἰ ἐπιτρέψειας ^ σὺ σεαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι μὴ ἐπιστάμενος κυβερνᾶν, σωθείης ἄν· ^ οὐδαμῶς. ^ τί δ, εἰ ἵππους ἐπιτραφθείη τις μὴ ἐπιστάμενος ἠνιοχεῖν· ^ %2οὐδ οὗτος. τί δή ποτε, ἢ τῷ μὴ ἔχειν τέχνην, δι ἧς δυνήσεται σώζειν ἑαυτόν· καὶ μάλα. οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο· ναί. οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ· πάνυ μὲν οὖν. τέχνη ἄρα ἐστὶν ἡ παρασιτική. τέχνη, ὡς ἐοίκεν. καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς ναυαγίᾳ περιπεσόντας ^ καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν συντριβέντας, τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας, παρασίτου δὲ ναυάγιον οὐδὲ εἷς ἔχοι τοιοῦτον εἰπεῖν. οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν ἡ παρασιτικὴ μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων γεγυμνασμένων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION