- 텍스트

Lucian, De parasito sive artem esse parasiticam, (no name) 3:

(루키아노스, De parasito sive artem esse parasiticam, (no name) 3:)

ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει:? σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν. τίνα μήν· εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἱο῀ν γραμματικὴ ἢ ^ ἰατρική, παρασιτική. ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἰόμαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος. οὐθέν, εἰ καὶ σμικρὰ λέγοις ἀληθῆ δέ, διοίσει. ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν ^ αὐτῆς. τί ποτ οὖν ἐστιν ἡ τέχνη· πάντως ἐπίστασαι. πάνυ μὲν οὖν· μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION