호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δικαιότατον, ὦ Μῶμε:? καὶ ὅτῳ δοκεῖ, ἀνατεινάτω τὴν χεῖρα: μᾶλλον δέ, οὕτω γιγνέσθω, πλείους γὰρ οἶδ ὅτι ἔσονται οἱ μὴ χειροτονήσοντες. ^ ἀλλὰ νῦν μὲν ἄπιτε: ὁπόταν δὲ κηρύξῃ ὁ Ἑρμῆς, ἥκετε κομίζοντες ἕκαστος ἐναργῆ τὰ γνωρίσματα καὶ σαφεῖς τὰς ἀποδείξεις, πατρὸς ὄνομα καὶ μητρός, καὶ ὅθεν καὶ ὅπως θεὸς ἐγένετο, καὶ φυλὴν καὶ φράτορας. ὡς ὅστις ἂν μὴ ταῦτα παράσχηται, οὐδὲν μελήσει τοῖς ἐπιγνώμοσιν εἰ νεών τις μέγαν ἐν τῇ γῇ ἔχει καὶ οἱ ^ ἄνθρωποι θεὸν αὐτὸν εἶναι νομίζουσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기