- 텍스트

Lucian, (no name) 22:

(루키아노스, (no name) 22:)

ἐπὶ πᾶσι τούτοις τὸ περίδειπνον, καὶ πάρεισιν οἱ προσήκοντες καὶ τοὺς γονέας παραμυθοῦνται τοῦ τετελευτηκότος καὶ πείθουσι γεύσασθαι, οὐκ ἀηδῶς μὰ Δία οὐδ αὐτοὺς ἀναγκαζομένους, ἀλλὰ ἤδη ὑπὸ λιμοῦ τριῶν ἑξῆς ἡμερῶν ἀπηυδηκότας.? "μέχρι μὲν τίνος, ὦ οὗτος, ὀδυρόμεθα · "ἐάσον ἀναπαύσασθαι τοὺς τοῦ μακαρίτου δαίμονας εἰ δὲ καὶ τὸ παράπαν κλάειν διέγνωκας, αὐτοῦ γε τούτου ἕνεκα χρὴ μὴ ἀπόσιτον εἶναι, ἵνα καὶ διαρκέσῃς πρὸς τοῦ πένθους τὸ μέγεθος. τότε δὴ τότε ῥαψωδοῦνται πρὸς ἁπάντων δύο τοῦ Ὁμήρου στίχοι καὶ γάρ τ ἠϋ´κομος Νιόβη ἐμνήσατο σίτου: καὶ γαστέρι δ οὔπως ἐστὶ νέκυν πενθῆσαι Ἀχαιούς. οἱ δὲ ἅπτονται μέν, αἰσχυνόμενοι δὲ τὰ πρῶτα καὶ δεδιότες εἰ φανοῦνται μετὰ τὴν τελευτὴν τῶν φιλτάτων τοῖς ἀνθρωπίνοις πάθεσιν ἐμμένοντες. ταῦτα καὶ πολὺ τούτων γελοιότερα εὑρ´οι τις ἂν ἐπιτηρῶν ἐν τοῖς πένθεσι γιγνόμενα διὰ τὸ τοὺς πολλοὺς τὸ μέγιστον τῶν κακῶν τὸν θάνατον οἰέσθαι.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION