- 텍스트

Lucian, De astrologia, (no name) 2:

(루키아노스, De astrologia, (no name) 2:)

καὶ ἡ μὲν σοφίη παλαιὴ οὐδὲ νέον ἐς ἡμέας ἀπίκετο, ἀλλ ἔστιν ἔργον ἀρχαίων βασιλέων θεοφιλέων.? οἱ δὲ νῦν ἀμαθίῃ καὶ ῥᾳθυμίῃ καὶ προσέτι μισοπονίῃ κείνοισί τε ἀντίξοα φρονέουσι καὶ εὖτ ἂν ἀνδράσιν ἐπικυρέωσιν ψεύδεα μαντευομένοις,^ ἄστρων τε κατηγορέουσιν καὶ αὐτὴν ἀστρολογίην μισέουσιν, οὐδέ μιν οὔτε ὑγιέα οὔτε ἀληθέα νομίζουσιν, ἀλλὰ λόγον ψευδέα καὶ ἀνεμώλιον, οὐ δικαίως, ἐμοὶ δοκέει,^ φρονέοντες: οὐδὲ γάρ τέκτονος ἀϊδρίη τεκτοσύνης αὐτῆς ἀδικίη οὐδὲ αὐλητέω ἀμουσίη μουσικῆς ἀσοφίη, ἀλλ οἱ μὲν ἀμαθέες τῶν τεχνῶν, ἑκάστη δ ἐν ἑωυτῇ σοφή.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION