- 텍스트

Lucian, Dearum judicium, (no name) 16:

(루키아노스, Dearum judicium, (no name) 16:)

μὴ πρότερον ἐρασθῇς, ὦ Πάρι, πρὶν ἐμὲ τὴν προμνήστριαν καὶ νυμφαγωγὸν ἀμείψασθαι τῇ κρίσει:? πρέποι γὰρ ἂν κἀμὲ νικηφόρον ὑμῖν συμπαρεῖναι καὶ ἑορτάξειν ἅμα καὶ τοὺς γάμους καὶ τὰ ἐπινίκια. πάντα γὰρ ἔνεστί σοι - τὸν ἔρωτα, τὸ κάλλος, τὸν γάμον - τουτουὶ τοῦ μήλου πρίασθαι. . δέδοικα μή μου ἀμελήσῃς μετὰ τὴν κρίσιν. βούλει οὖν ἐπομόσομαι· μηδαμῶς, ἀλλ ὑπόσχου πάλιν. ὑπισχνοῦμαι δή σοι τὴν Ἑλένην παραδώσειν γυναῖκα, καὶ ἀκολουθήσειν γέ σοι αὐτὴν καὶ ἀφίξεσθαι παρ ὑμᾶς εἰς τὴν Ἴλιον: καὶ αὐτὴ παρέσομαι καὶ συμπράξω τὰ πάντα. καὶ τὸν Ἔρωτα καὶ τὸν Ἵμερον καὶ τὰς Χάριτας ἄξεις· θάρρει, καὶ τὸν Πόθον καὶ τὸν Ὑμέναιον ἔτι πρὸς τούτοις παραλήψομαι. οὐκοῦν ἐπὶ τούτοις δίδωμι τὸ μῆλον ἐπὶ τούτοις λάμβανε.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION