호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καλῶς, ὦ Πάρι:? καὶ πρώτη γε ἀποδύσομαι, ὅπως μάθῃς ὅτι μὴ μόνας ἔχω τὰς ὠλένας λευκὰς μηδὲ τῷ βοῶπις εἶναι μέγα φρονῶ, ἐπ ἴσης δέ εἰμι πᾶσα καὶ ὁμοίως καλή. ^ μὴ πρότερον ἀποδύσῃς αὐτήν, ὦ Πάρι, πρὶν ἂν τὸν κεστὸν ἀπόθηται - φαρμακὶς γάρ ἐστιν - μή σε καταγοητεύσῃ δι αὐτοῦ καίτοι γε ἐχρῆν μηδὲ οὕτω κεκαλλωπισμένην παρεῖναι μηδὲ τοσαῦτα ἐντετριμμένην χρώματα καθάπερ ὡς ἀληθῶς ἑταίραν τινά, ἀλλὰ γυμνὸν τὸ κάλλος ἐπιδεικνύειν. , Εὖ λέγουσι τὸ περὶ τοῦ κεστοῦ, καὶ ἀπόθου. τί οὖν οὐχὶ καὶ σύ, ὦ Ἀθηνᾶ, τὴν κόρυν ἀφελοῦσα ψιλὴν τὴν κεφαλὴν ἐπιδεικνύεις, ἀλλ ἐπισείεις τὸν λόφον καὶ τὸν δικαστὴν φοβεῖς· ἢ δέδιας μή σοι ἐλέγχηται τὸ γλαυκὸν τῶν ὀμμάτων ἄνευ τοῦ φοβεροῦ βλεπόμενον· ἰδού σοι ἡ κόρυς αὕτη ἀφῄρηται. ἰδοὺ καί σοι ὁ κεστός. ἀλλὰ ἀποδυσώμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기