호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νὴ καὶ σύ γε, ὦ νεανίσκε.? τίς δ ὢν δεῦρο ἀφῖξαι πρὸς ἡμᾶς· ἢ τίνας ταύτας ἄγεις τὰς γυναῖκας· οὐ γὰρ ἐπιτήδειαι ὀρεοπολεῖν, οὕτως γε οὖσαι καλαί. ἀλλ οὐ γυναῖκὲς εἰσιν,Ἥραν δέ, ὦ Πάρι, καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην ὁρᾷς: κἀμὲ τὸν Ἑρμῆν ἀπέστειλεν ὁ Ζεὺς - ἀλλὰ τί τρέμεις καὶ ὠχριᾷς· μὴ δέδιθι: χαλεπὸν γὰρ οὐδέν. "καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, σοὶ τὴν γνῶσιν ἐπιτρέπω. τοῦ δὲ ἀγῶνος τὸ ἆθλον εἴσῃ ἀναγνοὺς τὸ μῆλον. φέρ ἴδω τί καὶ βούλεται. "λαβέτω. πῶς ἂν οὖν, ὦ δέσποτα Ἑρμῆ, δυνηθείην ἐγὼ θνητὸς αὐτὸς καὶ ἀγροῖκος ὢν δικαστὴς γενέσθαι παραδόξου θέας καὶ μείζονος ἢ κατὰ βουκόλον· τὰ γὰρ τοιαῦτα κρίνειν τῶν ἁβρῶν μᾶλλον καὶ ἀστικῶν τὸ δὲ ἐμόν, αἶγα μὲν αἰγὸς ὁποτέρα ἡ ^ καλλίων καὶ δάμαλιν ἄλλης δαμάλεως, τάχ ἂν δικάσαιμι κατὰ τὴν τέχνην αὗται δὲ πᾶσαί τε ὁμοίως καλαὶ καὶ οὐκ οἶδ ὅπως ἄν τις ἀπὸ τῆς ἑτέρας ἐπὶ τὴν ἑτέραν μεταγάγοι τὴν ὄψιν ἀποσπάσας:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기