- 텍스트

Lucian, Dearum judicium, (no name) 4:

(루키아노스, Dearum judicium, (no name) 4:)

παραπρεσβεύεις, ὦ οὗτος, ἰδίᾳ πάλαι ταύτῃ κοινολογούμενος .? οὐδέν , ὦ Ἀθηνᾶ, δεινὸν οὐδὲ καθ ὑμῶν, ἀλλ ἤρετό με εἰ ἄγαμος ὁ Πάρις ἐστίν. ὡς δὴ τί τοῦτο πολυπραγμονοῦσα· οὐκ οἶδα: φησὶ δ οὖν ὅτι ἄλλως ἐπελθόν, οὐκ ἐξεπίτηδες ἤρετο, τί οὖν· ἄγαμός ἐστιν· οὐ δοκεῖ. τί δέ· τῶν πολεμικῶν ἐστιν αὐτῷ ἐπιθυμία καὶ φιλόδοξός τις, ἢ τὸ πᾶν βουκόλος· τὸ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, εἰκάζειν δὲ χρὴ νέον ὄντα καὶ τούτων ὀρέγεσθαι τυχεῖν καὶ βούλεσθαι ἂν πρῶτον αὐτὸν εἶναι κατὰ τὰς μάχας. ὁρᾷς, οὐδὲν ἐγὼ μέμφομαι οὐδὲ ἐγκαλῶ σοι τὸ πρὸς ταύτην ἰδίᾳ λαλεῖν μεμψιμοίρων γὰρ καὶ οὐκ Ἀφροδίτης τὰ τοιαῦτα, καὶ αὕτη σχεδὸν τὰ αὐτά με ἤρετο: διὸ μὴ χαλεπῶς ἔχε μηδ οἰού μειονεκτεῖν, εἴ τι καὶ ταύτῃ κατὰ τὸ ἁπλοῦν ἀπεκρινάμην.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION