- 텍스트

Lucian, Dearum judicium, (no name) 3:

(루키아노스, Dearum judicium, (no name) 3:)

προϊώμεν εὐθὺ τῆς Φρυγίας, ἐγὼ μὲν ἡγούμενος, ὑμεῖς δὲ μὴ βραδέως ἀκολουθεῖτέ μοι καὶ θαρρεῖτε.? οἶδα ἐγὼ τὸν Πάριν. νεανίας ἐστὶ καλὸς καὶ τἄλλα ἐρωτικὸς καὶ τὰ τοιαῦτα κρίνειν ἱκανώτατος. οὐκ ἂν ἐκεῖνος δικάσειεν κακῶς. τοῦτο μὲν ἅπαν ἀγαθὸν καὶ πρὸς ἐμοῦ λέγεις, τὸ δίκαιον ἡμῖν εἶναι τὸν δικαστήν: πότερα δὲ ἄγαμός ἐστιν οὗτος ἢ καὶ γυνή τις αὐτῷ σύνεστιν· οὐ παντελῶς ἄγαμος, ὦ Ἀφροδίτη. πῶς λέγεις· δοκεῖ τις αὐτῷ συνοικεῖν Ἰδαία γυνή, ἱκανὴ μέν, ἀγροῖκος δὲ καὶ δεινῶς ὄρειος, ἀλλ οὐ σφόδρα προσέχειν αὐτῇ ἐοίκε. τίνος δ οὖν ἕνεκα ταῦτα ἐρωτᾷς· ἄλλως ἠρόμην.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION