호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε:? καὶ σὺ δός: παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε. παίζεις, ὦ Χάρων, ἢ καθ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δὴ ^ τινα ὀβολὸν προσδοκῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον. Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. ἀποβαίνετε δ ὅμως: ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ. κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι: διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ. ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα: τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὁρ´ων μαχόμενοι. Προϊώμεν, ὦ οὗτοι: μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기