호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μεστὰ γὰρ πάντα, ὡς ὁρᾷς.? ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου, καλῶς ὁ Ἑρμῆς ἐνενόησεν. ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου καταπάτει: ἡμεῖς δὲ εὐπλοῶμεν. ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν. ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας: πλέον γὰρ οὐδέν ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου: τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ ^ πρόσκωπος εἶναι: μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον. Ἔρεττε: καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ λαβεῖν. ἦ καὶ ὑποκελεῦσαι δεήσει· νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτικῶν. οἶδα καὶ πολλά, ὦ Χάρων. ἀλλ, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες: ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기