호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον.? καὶ τίς ἀξιώσει κατ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν· κατὰ τυραννοῦ μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην τὸ δὲ νῦν ἔχον μὴ διάτριβε. κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως: ἀναβιῶναί με ἐάσον μόνον. ποῦ στιν ὁ τὸ ξύλον· καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατ αὐτὸν εἴσω τοῦ ποδός: οὐ γὰρ ἂν ἐμβαίη ἑκών. ἕπου νῦν, δραπέτα: δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα,^ ὅπως ἀσφαλῶς - ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται. καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ. ὅτι τί· ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους. εἶτ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα· πικρὰν δ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου. τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον· οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα· τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기