- 텍스트

Lucian, Cataplus, (no name) 11:

(루키아노스, Cataplus, (no name) 11:)

οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι.? τὸ ποῖον· εἰδέναι βούλομαι τὰ μετ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον. ἄκουε: μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν. ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον· ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται: αἱ εἰκόνες δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις. εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει τοῖς δρωμένοις· τίς γὰρ ἦν σοι φίλος· ἢ ἐκ τίνος αἰτίας γενόμενος· ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες . καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες· καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἱό῀ν τε εἶναι: καὶ ὅλως, ὁρ´κος αὐτοῖς ἦν ἐγώ. τοιγαροῦν παρ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες: τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε. τοῦτ ἄρα πικροῦ τινος ᾐσθόμην τί βουλόμενος δὲ ταῦτα ἔπραξε· . πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον, ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, δι ὅπερ ἐπόθουν κἂν πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION