- 텍스트

Lucian, Cataplus, (no name) 8:

(루키아노스, Cataplus, (no name) 8:)

φέρ ἴδω τίς ἐστι.? ^ Μεγαπένθης ὁ Λακύδου, τύραννος. Ἐπίβαινε σύ. μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς ὀλίγον ἐάσον ἀνελθεῖν. εἶτά σοι αὐτόματος ἥξω καλοῦντος μηδενός. τί δὲ ἔστιν οὗ χάριν ἀφικέσθαι θέλεις· τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον ἐπίτρεψον ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται. ληρεῖς: ἀλλὰ ἔμβαινε. οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ: μίαν με ἐάσον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν εἶχον θησαυρὸν κατορωρυγμένον. ἄραρεν οὐκ ἂν τύχοις. ἀπολεῖται οὖν χρυσὸς τοσοῦτος· οὐκ ἀπολεῖται. θάρρει τούτου γε ἕνεκα: Μεγακλῆς γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται. ὢ τῆς ὕβρεως. ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας ἔγωγε οὐ προαπέκτεινα· ἐκεῖνος αὐτός: καὶ ἐπιβιώσεταί σοι ἔτη τετταράκοντα καὶ μικρόν τι πρός, τὰς παλλακίδας καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παραλαβών. ἀδικεῖς, ὦ Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις διανέμουσα. σὺ γὰρ οὐχὶ Κυδιμάχου αὐτὰ ὄντα, ὦ γενναιότατε, παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας· ἀλλὰ νῦν ἐμὰ ἦν. οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεως, ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκούοντος εἰπεῖν βούλομαι:?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION