호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἱε῀ν, ὠ Κλωθοῖ, τὸ μὲν σκάφος τοῦτο ἡμῖν πάλαι εὑτρεπὲς καὶ πρὸς ἀναγωγὴν εὖ μάλα παρεσκευασμένον:? ὅ τε γὰρ ἄντλος ἐκκέχυται καὶ ὁ ἱστὸς ὤρθωται καὶ ἡ ὀθόνη παρακέκρουσται καὶ τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν, ὅσον ἐπ ἐμοί, τὸ ἀγκύριον ἀνασπάσαντας ἀποπλεῖν. ὁ δὲ Ἑρμῆς βραδύνει, πάλαι παρεῖναι δέον κενὸν γοῦν ἐπιβατῶν, ὡς ὁρᾷς, ἔστι τὸ πορθμεῖον τρὶς ἤδη τήμερον ἀναπεπλευκέναι δυνάμενον καὶ σχεδὸν ἀμφὶ βουλυτόν ἐστιν, ἡμεῖς δὲ οὐδέπω οὐδὲ ὀβολὸν ἐμπεπολήκαμεν. εἶτα ὁ Πλούτων εὖ οἶδα ὅτι ἐμὲ ῥᾳθυμεῖν ἐν τούτοις ὑπολήψεται, καὶ ταῦτα παρ ἄλλῳ οὔσης τῆς αἰτίας. ὁ δὲ καλὸς ἡμῖν κἀγαθὸς νεκροπομπὸς ὥσπερ τις ἄλλος καὶ αὐτὸς ἄνω τὸ τῆς Λήθης ὕδωρ πεπωκὼς ἀναστρέψαι πρὸς ἡμᾶς ἐπιλέλησται, καὶ ἤτοι παλαίει μετὰ τῶν ἐφήβων ἢ κιθαρίζει ἢ λόγους τινὰς διεξέρχεται ἐπιδεικνύμενος τὸν λῆρον τὸν αὑτοῦ, ἢ τάχα που καὶ κλωπεύει ὁ γεννάδας παρελθών μία γὰρ αὐτοῦ καὶ αὕτη τῶν τεχνῶν. ὁ δ οὖν ἐλευθεριάζει πρὸς ἡμᾶς, καὶ ταῦτα ἐξ ἡμισείας ἡμέτερος ὤν. τί δὲ οἶδας, ὦ Χάρων, εἴ τις ἀσχολία προσέπεσεν αὐτῷ, τοῦ Διὸς ἐπὶ πλέον δεηθέντος ἀποχρήσασθαι πρὸς τὰ ἄνω πράγματα·
δεσπότης δὲ κἀκεῖνός ἐστιν. ἀλλ οὐχ ὥστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν. ἀλλ ἐγὼ οἶδα τὴν αἰτίαν παρ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ δ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ ἄφθονον ὥστε ἥδιον παρ ἐκείνοις βραδύνειν ἐοίκε. καὶ παρ ἡμῶν μὲν ἀνίπταται καθάπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδιδράσκων ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην μόγις ποτὲ κατέρχεται. μηκέτι χαλέπαινε, ὦ Χάρων πλησίον γὰρ αὐτὸς οὗτος, ὡς ὁρᾷς, πολλούς τινας ἡμῖν ἄγων, μᾶλλον δὲ ὥσπερ τι αἰπόλιον ἀθρόους αὐτοὺς τῇ ῥάβδῳ σοβῶν.
ἀλλά τί τοῦτο· δεδεμένον τινὰ ἐν αὐτοῖς καὶ ἄλλον γελῶντα ὁρῶ, ἕνα δέ τινα καὶ πήραν ἐξημμένον καὶ ξύλον ἐν τῇ χειρὶ ἔχοντα, δριμὺ ἐνορῶντα καὶ τοὺς ἄλλους ἐπισπεύδοντα. οὐχ ὁρᾷς δὲ καὶ τὸν Ἑρμῆν αὐτὸν ἱδρῶτι ῥεόμενον καὶ τὼ πόδε κεκονιμένον καὶ πνευστιῶντα· μεστὸν γοῦν ἄσθματος αὐτῷ τὸ στόμα. τί ταῦτα, ὦ Ἑρμῆ· τίς ἡ σπουδή· τεταραγμένῳ γὰρ ἡμῖν ἐοίκας. τί δ ἄλλο, ὦ Κλωθοῖ, ἢ τουτονὶ τὸν ἀλιτήριον ἀποδράντα μεταδιώκων ὀλίγου δεῖν λιπόνεως ὑμῖν τήμερον ἐγενόμην· τίς δ ἐστίν· ἢ τί βουλόμενος ἀπεδίδρασκε· τουτὶ μὲν πρόδηλον, ὅτι ζῆν μᾶλλον ἐβούλετο. ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν ὀδυρμῶν καὶ ὧν ἀνακωκύει, πολλῆς τινος εὐδαιμονίας ἐστερῆσθαι λέγων. εἶθ ὁ μάταιος ἀπεδίδρασκεν, ὡς ἐπιβιῶναι δυνάμενος, ἐπιλελοιπότος ἤδη τοῦ ἐπικεκλωσμένου αὐτῷ νήματος· ἀπεδίδρασκε, λέγεις·
εἰ γὰρ μὴ ὁ γενναιότατος οὗτος, ὁ τὸ ξύλον, συνήργησέ μοι καὶ συλλαβόντες αὐτὸν ἐδήσαμεν, κἂν ᾤχετο ἡμᾶς ἀποφυγών ἀφ οὗ γάρ μοι παρέδωκεν αὐτὸν ἡ Ἄτροπος, παρ ὅλην τὴν ὁδὸν ἀντέτεινε καὶ ἀντέσπα, καὶ τὼ πόδε ἀντερείδων πρὸς τὸ ἔδαφος οὐ παντελῶς εὐάγωγος ἦν: ἐνίοτε δὲ καὶ ἱκέτευε καὶ κατελιπάρει, ἀφεθῆναι πρὸς ὀλίγον ἀξιῶν καὶ πολλὰ δώσειν ὑπισχνούμενος. ἐγὼ δέ, ὥσπερ εἰκός, οὐκ ἀνίειν ὁρῶν ἀδυνάτων ἐφιέμενον. ἐπεὶ δὲ κατ αὐτὸ ἤδη τὸ στόμιον ἦμεν, ἐμοῦ τοὺς νεκρούς, ὡς ἔθος, ἀπαριθμοῦντος τῷ Αἰακῷ κἀκείνου λογιζομένου αὐτοὺς πρὸς τὸ παρὰ τῆς σῆς ἀδελφῆς πεμφθὲν αὐτῷ σύμβολον, λαθὼν οὐκ οἶδ ὅπως ὁ τρισκατάρατος ἀπιὼν ᾤχετο. "χρῶ τῇ κλεπτικῇ, ἅλις σοι αἱ ἐν οὐρανῷ παιδιαί: "τὰ νεκρῶν δὲ ἀκριβῆ καὶ οὐδαμῶς λαθεῖν δυνάμενα. "τέτταρας, ὡς ὁρᾷς, πρὸς τοῖς χιλίοις ἔχει τὸ σύμβολον ἐγκεχαραγμένους, σὺ δέ μοι παρ ἕνα ἥκεις ἄγων, εἰ μὴ τοῦτο φής, ὡς παραλελόγισταὶ σε ἡ Ἄτροπος. ἐγὼ δὲ ἐρυθριάσας πρὸς τὸν λόγον ταχέως ὑπεμνήσθην τῶν κατὰ τὴν ὁδόν, κἀπειδὴ περιβλέπων οὐδαμοῦ τοῦτον εἶδον, συνεὶς τὴν ἀπόδρασιν ἐδίωκον ὡς εἶχον τάχους κατὰ τὴν ἄγουσαν πρὸς τὸ φῶς: εἵπετο δὲ αὐθαίρετός μοι ὁ βέλτιστος οὗτος, καὶ ὥσπερ ἀπὸ ὕσπληγγος θέοντες καταλαμβάνομεν αὐτὸν ἤδη ἐν Ταινάρῳ: παρὰ τοσοῦτον ἦλθε διαφυγεῖν. ἡμεῖς δέ, ὦ Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν.
τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς· εὖ λέγεις: ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν καθεζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον: σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ συντίθει: σὺ δέ, ὦ Ἑρμῆ,^- τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ: τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι· ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι μετὰ τῶν ἐκτιθεμένων. βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς ἥκεις ἄγων. βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις ἐμβιβασώμεθα· τοὺς γέροντας λέγεις· οὕτω ποίει. τί γάρ με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν· οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη. τί τοῦτο· οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ ὦτα ὑπὸ τῶν ἐτῶν. δεήσει τάχα καὶ τούτους ἀράμενον παραγαγεῖν. ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι, τακεροὶ πάντες καὶ πέπειροι καὶ καθ ὡρ´αν τετρυγημένοι. νὴ Δί, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί. τοὺς τραυματίας ἐπὶ τούτοις, ὦ Ἑρμῆ, παράγαγε:
καὶ πρῶτόν μοι εἴπατε ὅπως ἀποθανόντες ἥκετε: μᾶλλον δὲ αὐτὴ πρὸς τὰ γεγραμμένα ὑμᾶς ἐπισκέψομαι. πολεμοῦντας ἀποθανεῖν ἔδει χθὲς ἐν Μηδίᾳ τέτταρας ἐπὶ τοῖς ὀγδοήκοντα καὶ τὸν Ὀξυάρτου υἱὸν μετ αὐτῶν Γωβάρην. πάρεισι δι ἔρωτα αὑτοὺς ἀπέσφαξαν ἑπτά, καὶ ὁ φιλόσοφος Θεαγένης διὰ τὴν ἑταίραν τὴν Μεγαρόθεν. οὑτοιὶ πλησίον. ποῦ δ οἱ περὶ τῆς βασιλείας ὑπ ἀλλήλων ἀποθανόντες· Παρεστᾶσιν. ὁ δ ὑπὸ τοῦ μοιχοῦ καὶ τῆς γυναικὸς φονευθείς· ἰδού σοι πλησίον. τοὺς ἐκ δικαστηρίων δῆτα παράγαγε, λέγω δὲ τοὺς ἐκ τυμπάνου καὶ τοὺς ἀνεσκολοπισμένους. οἱ δ ὑπὸ λῃστῶν ἀποθανόντες ἑκκαίδεκα ποῦ εἰσιν, ὦ Ἑρμῆ· πάρεισιν οἵδε οἱ τραυματίαι οὓς ὁρᾷς. τὰς δὲ γυναῖκας ἅμα βούλει παραγάγω· μάλιστα, καὶ τοὺς ἀπὸ ναυαγίων γε ἅμα: καὶ γὰρ τεθνᾶσι τὸν ὅμοιον τρόπον. καὶ τοὺς ἀπὸ τοῦ πυρετοῦ δέ, καὶ τούτους ἅμα, καὶ τὸν ἰατρὸν μετ αὐτῶν Ἀγαθοκλέα. ποῦ δ ὁ φιλόσοφος Κυνίσκος, ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα καὶ τὰ ἐκ τῶν καθαρσίων ᾠὰ καὶ πρὸς τούτοις γε σηπίαν ὠμὴν ἀποθανεῖν· πάλαι σοι παρέστηκα, ὦ βελτίστη Κλωθοῖ.
τι δέ με ἀδικήσαντα τοσοῦτον εἰάς ἄνω τὸν χρόνον· σχεδὸν γὰρ ὅλον μοι τὸν ἄτρακτον ἐπέκλωσας. καίτοι πολλάκις ἐπειράθην τὸ νῆμα διακόψας ἐλθεῖν, ἀλλ οὐκ οἶδ ὅπως ἄρρηκτον ἦν. ἔφορόν σε καὶ ἰατρὸν εἶναι τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀπελίμπανον. ἀλλὰ ἔμβαινε ἀγαθῇ τύχῃ. μὰ Δί, ἢν μὴ πρότερόν γε τουτονὶ τὸν δεδεμένον ἐμβιβασώμεθα: δέδια γὰρ μή σε παραπείσῃ δεόμενος. φέρ ἴδω τίς ἐστι.
^ Μεγαπένθης ὁ Λακύδου, τύραννος. Ἐπίβαινε σύ. μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς ὀλίγον ἐάσον ἀνελθεῖν. εἶτά σοι αὐτόματος ἥξω καλοῦντος μηδενός. τί δὲ ἔστιν οὗ χάριν ἀφικέσθαι θέλεις· τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον ἐπίτρεψον ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται. ληρεῖς: ἀλλὰ ἔμβαινε. οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ: μίαν με ἐάσον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν εἶχον θησαυρὸν κατορωρυγμένον. ἄραρεν οὐκ ἂν τύχοις. ἀπολεῖται οὖν χρυσὸς τοσοῦτος· οὐκ ἀπολεῖται. θάρρει τούτου γε ἕνεκα: Μεγακλῆς γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται. ὢ τῆς ὕβρεως. ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας ἔγωγε οὐ προαπέκτεινα· ἐκεῖνος αὐτός: καὶ ἐπιβιώσεταί σοι ἔτη τετταράκοντα καὶ μικρόν τι πρός, τὰς παλλακίδας καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παραλαβών. ἀδικεῖς, ὦ Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις διανέμουσα. σὺ γὰρ οὐχὶ Κυδιμάχου αὐτὰ ὄντα, ὦ γενναιότατε, παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας· ἀλλὰ νῦν ἐμὰ ἦν. οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεως, ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκούοντος εἰπεῖν βούλομαι: ὑμεῖς δὲ ἀπόστητε πρὸς ὀλίγον.
ἄν με ἀφῇς ἀποδρᾶναι, χίλιά σοι τάλαντα χρυσίου ἐπισήμου δώσειν ὑπισχνοῦμαι τήμερον. ἔτι γὰρ χρυσόν, ὦ γελοῖε, καὶ τάλαντα διὰ μνήμης ἔχεις· καὶ τοὺς δύο δὲ κρατῆρας, εἰ βούλει, προσθήσω οὓς ἔλαβον ἀποκτείνας Κλεόκριτον, ἕλκοντας ἑκάτερον χρυσοῦ ἀπέφθου τάλαντα ἑκατόν. ἕλκετε αὐτόν ἐοίκε γὰρ οὐκ ἐπεμβήσεσθαι ἡμῖν ἑκών. μαρτύρομαι ὑμᾶς, ἀτελὲς μένει τὸ τεῖχος καὶ τὰ νεώρια: ἐξετέλεσα γὰρ ἂν αὐτὰ ἐπιβιοὺς πέντε μόνας ἡμέρας. Ἀμέλησον ἄλλος τειχιεῖ. καὶ μὴν τοῦτό γε πάντως εὔγνωμον αἰτῶ. τὸ ποῖον· εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι Πισίδας ^ καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον. οὗτος, οὐκέτι μίαν ἡμέραν ταύτην αἰτεῖς, ἀλλὰ σχεδὸν εἴκοσιν ἐτῶν διατριβήν. καὶ μὴν ἐγγυητὰς ὑμῖν ἕτοιμος παρασχέσθαι τοῦ τάχους καὶ τῆς ἐπανόδου.
εἰ βούλεσθε δέ, καὶ ἄντανδρον ὑμῖν ἀντ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν. ὦ μιαρέ, ὃν ηὔχου πολλάκις ὑπὲρ γῆς καταλιπεῖν· πάλαι ταῦτα ηὐχόμην νυνὶ δὲ ὁρῶ τὸ βέλτιον. ἥξει κἀκεῖνός σοι μετ ὀλίγον ὑπὸ τοῦ νεωστὶ βασιλεύοντος ἀνῃρημένος. οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι.
τὸ ποῖον· εἰδέναι βούλομαι τὰ μετ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον. ἄκουε: μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν. ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον· ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται: αἱ εἰκόνες δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις. εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει τοῖς δρωμένοις· τίς γὰρ ἦν σοι φίλος· ἢ ἐκ τίνος αἰτίας γενόμενος· ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες . καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες· καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἱό῀ν τε εἶναι: καὶ ὅλως, ὁρ´κος αὐτοῖς ἦν ἐγώ. τοιγαροῦν παρ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες: τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε. τοῦτ ἄρα πικροῦ τινος ᾐσθόμην τί βουλόμενος δὲ ταῦτα ἔπραξε· . πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον, ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, δι ὅπερ ἐπόθουν κἂν πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν. τι δὲ τοῦτό ἐστιν·
ἐοίκε γάρ τι παμμέγεθες εἶναι. Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης - οὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ με - Γλυκέριον τὴν παλλάκιδα μου - καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν - παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος: "ὦ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας: ἐπειπὼν ᾤχετο: ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὐο῀ς ἤδη καὶ ψυχρὸς ὤν. καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο. ὧν εἰ λαβοίμην - παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι: καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον.
καὶ τίς ἀξιώσει κατ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν· κατὰ τυραννοῦ μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην τὸ δὲ νῦν ἔχον μὴ διάτριβε. κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως: ἀναβιῶναί με ἐάσον μόνον. ποῦ στιν ὁ τὸ ξύλον· καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατ αὐτὸν εἴσω τοῦ ποδός: οὐ γὰρ ἂν ἐμβαίη ἑκών. ἕπου νῦν, δραπέτα: δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα,^ ὅπως ἀσφαλῶς - ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται. καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ. ὅτι τί· ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους. εἶτ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα· πικρὰν δ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου. τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον· οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα· τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος. εἰπέ μοι, ὦ Κλωθοῖ, ἐμοῦ δὲ οὐδεὶς ὑμῖν λόγος·
ἢ διότι πένης εἰμί, διὰ τοῦτο καὶ τελευταῖον ἐμβῆναί με δεῖ· σὺ δὲ τίς εἶ· ὁ σκυτοτόμος Μίκυλλος. εἶτα ἄχθῃ βραδύνων· οὐχ ὁρᾷς ὁπόσα ὁ τύραννος ὑπισχνεῖται δώσειν ἀφεθεὶς πρὸς ὀλίγον· θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ διατριβή. ἄκουσον, ὦ βελτίστη Μοιρῶν: ἄν τε γοῦν πρῶτον, ἄν τε πύματον, οἱ αὐτοὶ ὀδόντες περιμένουσιν. ἄλλως τε οὐδ ὅμοια τἀμὰ τοῖς τῶν πλουσίων ἐκ διαμέτρου γὰρ ἡμῶν οἱ βίοι, φασίν ὁ μὲν γε τύραννος εὐδαίμων εἶναι δοκῶν παρὰ τὸν βίον, φοβερὸς ἅπασι καὶ περίβλεπτος, ἀπολιπὼν χρυσὸν τοσοῦτον καὶ ἀργύριον καὶ ἐσθῆτα καὶ ἵππους καὶ δεῖπνα καὶ παῖδας ὡραίους καὶ γυναῖκας εὐμόρφους εἰκότως ἠνιᾶτο καὶ ἀποσπώμενος αὐτῶν ἤχθετο: οὐ γὰρ οἶδ ὅπως καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ καὶ οὐκ ἐθέλει ἀπαλλάττεσθαι ῥᾳδίως ἅτε αὐτοῖς πάλαι προστετηκυῖα: μᾶλλον δὲ ὥσπερ ἄρρηκτός τις οὗτος ὁ δεσμός ἐστιν, ᾧ δεδέσθαι συμβέβηκεν αὐτούς. ἀμέλει κἂν ἀπάγῃ τις αὐτοὺς μετὰ βίας, ἀνακωκύουσι καὶ ἱκετεύουσι, καὶ τὰ ἄλλα ὄντες θρασεῖς, δειλοὶ πρὸς ταύτην εὑρίσκονται τὴν ἐπὶ τὸν Αἳδην φέρουσαν ὁδὸν ἐπιστρέφονται γοῦν εἰς τοὐπίσω καὶ ὥσπερ οἱ δυσέρωτες κἂν πόρρωθεν ἀποβλέπειν τὰ ἐν τῷ φωτὶ βούλονται, οἱᾶ ὁ μάταιος ἐκεῖνος ἐποίει καὶ παρὰ τὴν ὁδὸν ἀποδιδράσκων κἀνταῦθὰ σε καταλιπαρῶν. ἐγὼ δὲ ἅτε μηδὲν ἔχων ἐνέχυρον ἐν τῷ βίῳ, οὐκ ἀγρόν, οὐ συνοικίαν, οὐ χρυσόν, οὐ σκεῦος, οὐ δόξαν, οὐκ εἰκόνας, εἰκότως εὔζωνος ἦν, κἀπειδὴ μόνον ἡ Ἄτροπος ἔνευσέ μοι, ἄσμενος ἀπορρίψας τὴν σμίλην καὶ τὸ κάττυμα - κρηπῖδα γάρ τινα ἐν ταῖν χεροῖν εἶχον - ἀναπηδήσας εὐθὺς ἀνυπόδητος οὐδὲ τὴν μελαντηρίαν ἀπονιψάμενος εἱπόμην, μᾶλλον δὲ ἡγούμην, ἐς τὸ πρόσω ὁρῶν οὐδὲν γάρ με τῶν κατόπιν ἐπέστρεφε καὶ μετεκάλει. καὶ νὴ Δί ἤδη καλὰ τὰ παρ ὑμῖν πάντα ὁρῶ:
τό τε γὰρ ἰσοτιμίαν ἅπασιν εἶναι καὶ μηδένα τοῦ πλησίον διαφέρειν, ὑπερήδιστον ἐμοὶ γοῦν δοκεῖ. τεκμαίρομαι δὲ μηδ ἀπαιτεῖσθαι τὰ χρέα τοὺς ὀφείλοντας ἐνταῦθα μηδὲ φόρους ὑποτελεῖν, τὸ δέ μέγιστον, μηδὲ ῥιγοῦν τοῦ χειμῶνος μηδὲ νοσεῖν μηδ ὑπὸ τῶν δυνατωτέρων ῥαπίζεσθαι. εἰρήνη δὲ πᾶσι καὶ πράγματα ἐς τὸ ἔμπαλιν ἀνεστραμμένα: ἡμεῖς μὲν οἱ πένητες γελῶμεν, ἀνιῶνται δὲ καὶ οἰμώζουσιν οἱ πλούσιοι. πάλαι οὖν σε, ὦ Μίκυλλε, γελῶντα ἑώρων.
τί δ ἦν ὅ σε μάλιστα ἐκίνει γελᾶν· ἄκουσον, ὦ τιμιωτάτη μοι θεῶν παροικῶν ἄνω τῷ τυράννῳ ^ πάνυ ἀκριβῶς ἑώρων τὰ γιγνόμενα παρ αὐτῷ καί μοι ἐδόκει τότε ἰσόθεός τις εἶναι: τῆς τε γὰρ πορφύρας τὸ ἄνθος ὁρῶν ἐμακάριζον, καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος καὶ τὸν χρυσὸν καὶ τὰ λιθοκόλλητα ἐκπώματα καὶ τὰς κλίνας τὰς ἀργυρόποδας: ἔτι δὲ καὶ ἡ κνῖσα ἡ τῶν σκευαζομένων εἰς τὸ δεῖπνον ἀπέκναιέ με, ὥστε ὑπεράνθρωπός τις ἀνὴρ καὶ τρισόλβιός μοι κατεφαίνετο καὶ μονονουχὶ πάντων ^ καλλίων καὶ ὑψηλότερος ὅλῳ πήχει βασιλικῷ, ἐπαιρόμενος τῇ τύχῃ καὶ σεμνῶς προβαίνων καὶ ἑαυτὸν ἐξυπτιάζων καὶ τοὺς ἐντυγχάνοντας ἐκπλήττων. ἐπεὶ δὲ ἀπέθανεν, αὐτός τε παγγέλοιος ὤφθη μοι ἀποδυσάμενος τὴν τρυφήν, κἀμαυτοῦ ἔτι μᾶλλον κατεγέλων οἱο῀ν κάθαρμα ἐτεθήπειν, ἀπὸ τῆς κνίσης τεκμαιρόμενος αὐτοῦ τὴν εὐδαιμονίαν καὶ μακαρίζων ἐπὶ τῷ αἵματι τῶν ἐν τῇ Λακωνικῇ θαλάττῃ κοχλίδων. οὐ μόνον δὲ τοῦτον, ἀλλὰ καὶ τὸν δανειστὴν Γνίφωνα ἰδὼν στένοντα καὶ μεταγινώσκοντα ὅτι μὴ ἀπέλαυσε τῶν χρημάτων, ἀλλ ἄγευστος αὐτῶν ἀπέθανε τῷ ἀσώτῳ Ῥοδοχάρει τὴν οὐσίαν ἀπολιπών, - οὗτος γὰρ ἄγχιστα ἦν αὐτῷ γένους καὶ πρῶτος ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο κατὰ τὸν νόμον - οὐκ εἶχον ὅπως καταπαύσω τὸν γέλωτα, καὶ μάλιστα μεμνημένος ὡς ὠχρὸς ἀεὶ καὶ αὐχμηρὸς ἦν, φροντίδος τὸ μέτωπον ἀνάπλεως καὶ μόνοις τοῖς δακτύλοις πλουτῶν, οἷς τάλαντα καὶ μυριάδας ἐλογίζετο, κατὰ μικρὸν συλλέγων τὰ μετ ὀλίγον ἐκχυθησόμενα πρὸς τοῦ μακαρίου Ῥοδοχάρους.
ἀλλὰ τί οὐκ ἁπερχόμεθα ἤδη· καὶ μεταξὺ γὰρ πλέοντες τὰ λοιπὰ γελασόμεθα οἰμώζοντας αὐτοὺς ὁρῶντες. ἔμβαινε, ἵνα καὶ ἀνιμήσηται ὁ πορθμεὺς τὸ ἀγκύριον. οὗτος, ποῖ φέρῃ·
πλῆρες ἤδη τὸ σκάφος: αὐτοῦ περίμενε εἰς αὔριον: ἑώθέν σε διαπορθμεύσομεν. ἀδικεῖς, ὦ Χάρων, ἑώλον ἤδη νεκρὸν ἀπολιμπάνων ἀμέλει γράψομαί σε παρανόμων ἐπὶ τοῦ Ῥαδαμάνθυος. οἴμοι τῶν κακῶν ἤδη πλέουσιν ἐγὼ δὲ μόνος ἐνταῦθα περιλελείψομαι. καίτοι τί οὐ διανήχομαι κατ αὐτούς· οὐ γὰρ δέδια μὴ ἀπαγορεύσας ἀποπνιγῶ ἤδη τεθνεώς: ἄλλως τε οὐδὲ τὸν ὀβολὸν ἔχω τὰ πορθμεῖα καταβαλεῖν. . τί τοῦτο· περίμεινον, ὦ Μίκυλλε: οὐ θέμις οὕτω σε διελθεῖν καὶ μὴν ἴσως ὑμῶν καὶ προκαταχθήσομαι. μηδαμῶς, ἀλλὰ προσελάσαντες ἀναλάβωμεν αὐτὸν καὶ σύ, ὦ Ἑρμῆ, συνανάσπασον. ΧΑΡΩΝ ποῦ νῦν καθεδεῖται· μεστὰ γὰρ πάντα, ὡς ὁρᾷς.
ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου, καλῶς ὁ Ἑρμῆς ἐνενόησεν. ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου καταπάτει: ἡμεῖς δὲ εὐπλοῶμεν. ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν. ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας: πλέον γὰρ οὐδέν ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου: τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ ^ πρόσκωπος εἶναι: μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον. Ἔρεττε: καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ λαβεῖν. ἦ καὶ ὑποκελεῦσαι δεήσει· νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτικῶν. οἶδα καὶ πολλά, ὦ Χάρων. ἀλλ, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες: ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται. οἴμοι τῶν κτημάτων.
- οἴμοι τῶν ἀγρῶν. - ὀττοτοῖ, τὴν οἰκίαν οἱάν ἀπέλιπον. - ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών. - αἰαῖ τῶν νεογνῶν μοι παιδίων. - τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην· Μίκυλλε, σὺ δ οὐδὲν οἰμώζεις· καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα. ἄπαγε: οὐδέν ἐστιν ἐφ ὅτῳ ἂν οἰμώξαιμι εὐπλοῶν. ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον. οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν καττυμάτων οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι ὁ κακοδαίμων ἑώθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον· ἱκανῶς τεθρήνηται: σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν. ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε:
καὶ σὺ δός: παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε. παίζεις, ὦ Χάρων, ἢ καθ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δὴ ^ τινα ὀβολὸν προσδοκῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον. Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. ἀποβαίνετε δ ὅμως: ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ. κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι: διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ. ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα: τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὁρ´ων μαχόμενοι. Προϊώμεν, ὦ οὗτοι: μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι. ὦ Ἡράκλεις, τοῦ ζόφου.
ποῦ νῦν ὁ καλὸς Μέγιλλος· ἢ τῷ διαγνῷ τις ἐνταῦθα εἰ καλλίων Φρύνης Σιμίχη· πάντα γὰρ ἴσα καὶ ὁμόχροα καὶ οὐδὲν οὔτε καλὸν οὔτε κάλλιον, ἀλλ ἤδη καὶ τὸ τριβώνιον τέως ἄμορφον εἶναί μοι δοκοῦν ἰσότιμον γίγνεται τῇ πορφυρίδι τοῦ βασιλέως: ἀφανῆ γὰρ ἄμφω καὶ ὑπὸ τῷ αὐτῷ σκότῳ καταδεδυκότα. Κυνίσκε, σὺ δὲ ποῦ ποτε ἄρα ὢν τυγχάνεις· ἐνταῦθα λέγω σοι, Μίκυλλε: ἀλλ ἅμα, εἰ δοκεῖ, βαδίζωμεν. εὖ λέγεις: ἔμβαλέ μοι τὴν δεξιάν. εἰπέ μοι, - ἐτελέσθης γάρ, ὦ Κυνίσκε, δῆλον ὅτι τὰ Ἐλευσίνια - οὐχ ὅμοια τοῖς ἐκεῖ τὰ ἐνθάδε σοι δοκεῖ· εὖ λέγεις: ἰδοὺ γοῦν ^ προσέρχεται δᾳδουχοῦσά τις φοβερόν τι καὶ ἀπειλητικὸν προσβλέπουσα. ἦ ἄρα που Ἐρινύς ἐστιν· ἐοίκεν ἀπό γε τοῦ σχήματος. παράλαβε τούτους, ὦ Τισιφόνη, τέτταρας ἐπὶ τοῖς χιλίοις.
καὶ μὴν πάλαι γε ὁ Ῥαδάμανθυς οὗτος ὑμᾶς περιμένει. πρόσαγε αὐτούς, ὦ Ἐρινύ. σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ προσκάλει. ὦ Ῥαδάμανθυ, πρὸς τοῦ πατρὸς ἐμὲ πρῶτον ἐπίσκεψαι παραγαγών. τίνος ἕνεκα· πάντως βούλομαι κατηγορῆσαι τυράννου τινὸς ἃ συνεπίσταμαι πονηρὰ δράσαντι αὐτῷ παρὰ τὸν βίον. οὐκ ἂν οὖν ἀξιόπιστος εἰήν λέγων, μὴ οὐχὶ πρότερον αὐτὸς φανεὶς οἱό῀ς εἰμι καὶ οἱό῀ν τινα ἐβίωσα τὸν τρόπον. τίς δὲ σύ· Κυνίσκος, ὦ ἄριστε, τὴν γνώμην φιλόσοφος. δεῦρ ἐλθὲ καὶ πρῶτος εἰς τὴν δίκην κατάστηθι. σὺ δὲ προσκάλει τοὺς κατηγόρους. εἴ τις Κυνίσκου τουτουὶ κατηγορεῖ, δεῦρο προσίτω.
οὐδεὶς προσέρχεται. ἀλλ οὐχ ἱκανὸν τοῦτο, ὦ Κυνίσκε: ἀπόδυθι δέ, ὅπως ἐπισκοπήσω σε ἀπὸ τῶν στιγμάτων. ποῦ γὰρ ἐγὼ στιγματίας ἐγενόμην· ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει. ἰδού σοι γυμνὸς παρέστηκα: ὥστε ἀναζήτει ταῦτα ἅπερ σὺ φὴς τὰ στίγματα. καθαρὸς ὡς ἐπίπαν οὑτοσὶ πλὴν τούτων τριῶν ἢ τεττάρων ἀμαυρῶν πάνυ καὶ ἀσαφῶν στιγμάτων. καίτοι τί τοῦτο· ἴχνη μὲν καὶ σημεῖα πολλὰ τῶν ἐγκαυμάτων, οὐκ οἶδα δὲ ὅπως ἐξαλήλιπται, μᾶλλον δὲ ἐκκέκοπται. πῶς ταῦτα, ὦ Κυνίσκε, ἢ πῶς καθαρὸς ἐξ ὑπαρχῆς ἀναπέφηνας· ἐγώ σοι φράσω: πάλαι πονηρὸς δι ἀπαιδευσίαν γενόμενος καὶ πολλὰ διὰ τοῦτο ἐμπολήσας στίγματα, ἐπειδὴ τάχιστα φιλοσοφεῖν ἠρξάμην κατ ὀλίγον ἁπάσας τὰς κηλῖδας ἐκ τῆς ψυχῆς ἀπελουσάμην. ἀγαθῷ γε οὗτος καὶ ἀνυσιμωτάτῳ χρησάμενος τῷ φαρμάκῳ. ἀλλ ἄπιθι ἐς τὰς Μακάρων νήσους τοῖς ἀρίστοις συνεσόμενος, κατηγορήσας γε πρότερον οὗ φὴς τυράννου. ἄλλους προσκάλει. καὶ τοὐμόν, ὦ Ῥαδάμανθυ, μικρόν ἐστι καὶ βραχείας τινὸς ἐξετάσεως δεόμενον:
πάλαι γοῦν σοι καὶ γυμνός εἰμι, ὥστε ἐπισκόπει. τίς δὲ ὢν τυγχάνεις· ὁ σκυτοτόμος Μίκυλλος. εὖ γε, ὦ Μίκυλλε, καθαρὸς ἀκριβῶς καὶ ἀνεπίγραφος: ἄπιθι καὶ σὺ παρὰ Κυνίσκον τουτονί. τὸν τύραννον ἤδη προσκάλει. Μεγαπένθης Λακύδου ἡκέτω. ποῖ στρέφῃ· πρόσιθι. σὲ τὸν τύραννον προσκαλῶ. πρόβαλ αὐτόν, ὦ Τισιφόνη, ἐς τὸ μέσον ἐπὶ τράχηλον ὠθοῦσα. σὺ δέ, ὦ Κυνίσκε, κατηγόρει καὶ διέλεγχε ἤδη: πλησίον γὰρ ἁνὴρ ^ οὑτοσί. τὸ μὲν ὅλον οὐδὲ λόγων ἔδει:
οὗτοι πάντες, ὦ Ῥαδάμανθυ, πρὸς τοῦ ἀλιτηρίου τεθνᾶσιν, οἱ μὲν γυναικῶν ἕνεκα εὐμόρφων ἐπιβουλευθέντες, οἱ δὲ υἱέων ἀπαγομένων πρὸς ὕβριν ἀγανακτήσαντες, οἱ δὲ ὅτι ἐπλούτουν, οἱ δὲ ὅτι ἦσαν δεξιοὶ καὶ σώφρονες καὶ οὐδαμοῦ ἠρέσκοντο τοῖς δρωμένοις. γνώσῃ γὰρ αὐτὸν αὐτίκα μάλα οἱό῀ς ἐστιν ἀπὸ τῶν στιγμάτων. ὅμως δὲ καὐτὸς ἀποκαλύψω σοι τὸν ἄνδρα κἀκ τοῦ λόγου δείξω φανερώτερον. οὑτοσὶ γὰρ ὁ τρισκατάρατος ὁπόσα μὲν ἰδιώτης ὢν ἔπραξε, παραλείψειν μοι δοκῶ: ἐπεὶ δὲ τοὺς θρασυτάτους προσεταιρισάμενος ^ καὶ δορυφόρους συναγαγὼν ἐπαναστὰς τῇ πόλει τύραννος κατέστη, ἀκρίτους μὲν ἀπέκτεινε πλείονας ἢ μυρίους, τὰς δὲ οὐσίας ἑκάστων ἀφαιρούμενος καὶ πλούτου πρὸς τὸ ἀκρότατον ἀφικόμενος οὐδεμίαν μὲν ἀκολασίας ἰδέαν παραλέλοιπεν, ἁπάσῃ δὲ ὠμότητι καὶ ὕβρει κατὰ τῶν ἀθλίων πολιτῶν ἐχρήσατο, παρθένους διαφθείρων καὶ ἐφήβους καταισχύνων καὶ πάντα τρόπον τοῖς ὑπηκόοις ἐμπαροινῶν. καὶ ὑπεροψίας μέν γε καὶ τύφου καὶ τοῦ πρὸς τοὺς ἐντυγχάνοντας φρυάγματος οὐδὲ κατ ἀξίαν δύναιο ἂν παρ αὐτοῦ λαβεῖν τὴν δίκην ῥᾷον γοῦν τὸν ἥλιον ἄν τις ἢ τοῦτον ἀσκαρδαμυκτὶ προσέβλεψεν. οὐ μὴν ἀλλὰ καὶ τῶν κολάσεων τὸ πρὸς ὠμότητα καινουργὸν αὐτοῦ τίς ἂν διηγήσασθαι δύναιτο, ὃς γε μηδὲ τῶν οἰκειοτάτων ἀπέσχετο· καὶ ταῦτα ὅτι μὴ ἄλλως κενὴ τίς ἐστι κατ αὐτοῦ διαβολή, αὐτίκα εἴσῃ προσκαλέσας τοὺς ὑπ αὐτοῦ πεφονευμένους: μᾶλλον δὲ ἄκλητοι, ὡς ὁρᾷς, πάρεισι καὶ περιστάντες ἄγχουσιν αὐτόν. τί πρὸς ταῦτα φής, ὦ μιαρὲ σύ·
τοὺς μὲν φόνους εἴργασμαι οὓς λέγει, τὰ δ ἄλλα πάντα, τὰς μοιχείας καὶ τὰς τῶν ἐφήβων ὕβρεις καὶ τὰς διαφθορὰς τῶν παρθένων, ταῦτα πάντα Κυνίσκος μου κατεψεύσατο. οὐκοῦν καὶ τούτων, ὦ Ῥαδάμανθυ, παρέξω σοι μάρτυρας. τίνας τούτους λέγεις· Προσκάλει μοι, ὦ Ἑρμῆ, τὸν λύχνον αὐτοῦ καὶ τὴν κλίνην μαρτυρήσουσι γὰρ αὐτοὶ παρελθόντες, οἱᾶ πράττοντι συνηπίσταντο αὐτῷ. ἡ Κλίνη καὶ ὁ Λύχνος ὁ Μεγαπένθους παρέστων. ^ εὖ γε ἐποίησαν ὑπακούσαντες. εἴπατε οὖν ὑμεῖς ἃ σύνιστε Μεγαπένθει τούτῳ: πρότερα δὲ σὺ ἡ Κλίνη λέγε. πάντα ἀληθῆ κατηγόρησε Κυνίσκος. ἐγὼ μέντοι ταῦτα εἰπεῖν, ὦ δέσποτα Ῥαδάμανθυ, αἰσχύνομαι: τοιαῦτα ἦν ἃ ἐπ ἐμοῦ διεπράττετο. σαφέστατα μὲν οὖν καταμαρτυρεῖς μηδὲ εἰπεῖν αὐτὰ ὑπομένουσα. καὶ σὺ δὲ ὁ Λύχνος ἤδη μαρτύρει. ἐγὼ τὰ μεθ ἡμέραν μὲν οὐκ εἶδον: οὐ γὰρ παρῆν: ἃ δὲ τῶν νυκτῶν ἐποίει καὶ ἔπασχεν, ὀκνῶ λέγειν πλὴν ἀλλὰ ἐθεασάμην γε πολλὰ καὶ ἄρρητα καὶ πᾶσαν ὕβριν ὑπερπεπαικότα. καίτοι πολλάκις ἑκὼν τοὔλαιον οὐκ ἔπινον ἀποσβῆναι θέλων ὁ δὲ καὶ προσῆγέ με τοῖς δρωμένοις καὶ τὸ φῶς μου πάντα τρόπον κατεμίαινεν. ἃλις ἤδη τῶν μαρτύρων.
ἀλλὰ καὶ ἀπόδυθι τὴν πορφυρίδα, ἵνα τὸν ἀριθμὸν ἴδωμεν τῶν στιγμάτων. παπαί, ὅλος οὗτος πελιδνὸς καὶ κατάγραφος, μᾶλλον δὲ κυάνεός ἐστιν ἀπὸ τῶν στιγμάτων. τίνα ἂν οὖν κολασθείη τρόπον· ἆρ ἐς τὸν Πυριφλεγέθοντά ἐστιν ἐμβλητέος ἢ παραδοτέος τῷ Κερβέρῳ· μηδαμῶς: ἀλλ εἰ θέλεις, ἐγώ σοι καινήν τινα καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι. λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν εἴσομαι. ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ. πάνυ μὲν οὖν. οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω. διὰ τί δή· χαλεπὴν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἱο῀ς ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς ἄνω, καὶ ἀναπεμπαζόμενος τὴν τρυφήν. εὖ λέγεις: καὶ καταδεδικάσθω καὶ παρὰ τὸν Τάνταλον ἀπαχθεὶς οὑτοσὶ δεδέσθω, μεμνημένος ὧν ἔπραξε παρὰ τὸν βίον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기