- 텍스트

Lucian, Bis accusatus sive tribunalia, (no name) 13:

(루키아노스, Bis accusatus sive tribunalia, (no name) 13:)

ἄγε, ὦ Δίκη, προσκαλῶμεν.? εὖ λέγεις. ἀθρόοι γοῦν, ὡς ὁρᾷς, προσίασι θορυβοῦντες, ὥσπερ οἱ σφῆκες περιβομβοῦντες τὴν ἄκραν. εἴληφά σε, ὦ κατάρατε. συκοφαντεῖς. δώσεις ποτὲ ἤδη τὴν δίκην. ἐξελέγξω σε δεινὰ εἰργασμένον. ἐμοὶ πρώτῳ ἀποκλήρωσον. ἕπου, μιαρέ, πρὸς τὸ δικαστήριον. μὴ ἄγχε με. οἶσθα ὃ δράσωμεν, ὦ Ἑρμῆ· τὰς μὲν ἄλλας δίκας εἰς τὴν αὔριον ὑπερβαλώμεθα, τήμερον δὲ κληρῶμεν τὰς τοιαύτας ὁπόσαι τέχναις ἢ βίοις ἢ ἐπιστήμαις πρὸς ἄνδρας εἰσὶν ἐπηγγελμέναι. καί μοι ταύτας ἀνάδος τῶν γραφῶν. μέθη κατὰ τῆς Ἀκαδημείας περὶ Πολέμωνος ἀνδραποδισμοῦ. ἑπτὰ κλήρωσον. ἡ Στοὰ κατὰ τῆς Ἡδονῆς ἀδικίας, ὅτι τὸν ἐραστὴν αὐτῆς Διονύσιον ἀπεβουκόλησεν. πέντε ἱκανοί. περὶ Ἀριστίππου Τρυφὴ πρὸς Ἀρετήν. πέντε καὶ τούτοις δικασάτωσαν. Ἀργυραμοιβικὴ δρασμοῦ Διογένει. τρεῖς ἀποκλήρου μόνους. γραφικὴ κατὰ Πύρρωνος λιποταξίου. ἐννέα κρινάτωσαν.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION