호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν δὴ πρῶτα τῆς σωφροσύνης τοῦ πατρὸς λύσις ἦν τῆς ἀποκηρύξεως, καὶ σωτὴρ καὶ εὐεργέτης καὶ πάντα ἦν ἐγώ.? καὶ οὐδέν, οἶμαι, τούτοις ἔγκλημα προσεῖναι ἐδύνατο. τὰ μετὰ ταῦτα δέ, τί τῶν πάντων αἰτιᾷ· τίνα θεραπείαν, τίνα ἐπιμέλειαν υἱοῦ παρῆκα · πότε ἀπόκοιτος ἐγενόμην · τίνας πότους ἀκαίρους, τίνας κώμους ἐγκαλεῖς · τίς ἀσωτία · τίς πορνοβοσκὸς ὕβρισται · τίς ᾐτιάσατο · οὐδὲ εἷς. καὶ μὴν ταῦτ ἐστὶν ἐφ οἷς μάλιστα ὁ νόμος ἀποκηρύττειν ἐφίησιν. "ἀλλὰ νοσεῖν ἤρξατο ἡ μητρυιά. τί οὖν · ἐμοὶ τοῦτ ἐγκαλεῖς καὶ νόσου δίκην ἀπαιτεῖς ·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기