- 텍스트

Homer, Iliad, Book 24 76:

(호메로스, 일리아스, Book 24 76:)

ἦμος δ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ηὤς, τῆμος ἄρ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.? αὐτὰρ ἐπεί ῥ ἤγερθεν ὁμηγερέες τ ἐγένοντο πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος: αὐτὰρ ἔπειτα ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ ἕταροί τε μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν. αἶψα δ ἄρ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι: ῥίμφα δὲ σῆμ ἔχεαν, περὶ δὲ σκοποὶ ἡάτο πάντῃ, μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί. χεύαντες δὲ τὸ σῆμα πάλιν κίον: αὐτὰρ ἔπειτα εὖ συναγειρόμενοι δαίνυντ ἐρικυδέα δαῖτα δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION