호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἔφατ, οὐδέ τις αὐτόθ ἐνὶ πτόλεϊ λίπετ ἀνὴρ οὐδὲ γυνή:? πάντας γὰρ ἀάσχετον ἵκετο πένθος: ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι. πρῶται τόν γ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ τιλλέσθην ἐπ ἄμαξαν ἐΰτροχον ἀΐξασαι ἁπτόμεναι κεφαλῆς: κλαίων δ ἀμφίσταθ ὅμιλος. καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων, εἰ μὴ ἄρ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα: εἴξατέ μοι οὐρεῦσι διελθέμεν: αὐτὰρ ἔπειτα ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기