Homer, Iliad, Book 24 68:

(호메로스, 일리아스, Book 24 68:)

ὣσ ἔφατ’, οὐδέ τισ αὐτόθ’ ἐνὶ πτόλεϊ λίπετ’ ἀνὴρ οὐδὲ γυνή· πάντασ γὰρ ἀάσχετον ἵκετο πένθοσ· ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι. πρῶται τόν γ’ ἄλοχόσ τε φίλη καὶ πότνια μήτηρ τιλλέσθην ἐπ’ ἄμαξαν ἐύ̈τροχον ἀί̈ξασαι ἁπτόμεναι κεφαλῆσ· κλαίων δ’ ἀμφίσταθ’ ὅμιλοσ. καί νύ κε δὴ πρόπαν ἦμαρ ἐσ ἠέλιον καταδύντα Ἕκτορα δάκρυ χέοντεσ ὀδύροντο πρὸ πυλάων, εἰ μὴ ἄρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα· εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.

SEARCH

MENU NAVIGATION