- 텍스트

Homer, Iliad, Book 24 54:

(호메로스, 일리아스, Book 24 54:)

ὣς ἔφατ, ἔδεισεν δ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.? Πηλεΐδης δ οἴκοιο λέων ὣς ἆλτο θύραζε οὐκ οἰο῀ς, ἅμα τῷ γε δύω θεράποντες ἕποντο ἡρ´ως Αὐτομέδων ἠδ Ἄλκιμος, οὕς ῥα μάλιστα τῖ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, οἳ τόθ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε, ἐς δ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος, κὰδ δ ἐπὶ δίφρου εἷσαν: ἐϋξέστου δ ἀπ ἀπήνης ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι ἄποινα. κὰδ δ ἔλιπον δύο φάρε ἐΰννητόν τε χιτῶνα, ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι. δμῳὰς δ ἐκκαλέσας λοῦσαι κέλετ ἀμφί τ ἀλεῖψαι νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν, μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο παῖδα ἰδών, Ἀχιλῆϊ δ ὀρινθείη φίλον ἦτορ, καί ἑ κατακτείνειε, Διὸς δ ἀλίτηται ἐφετμάς. τὸν δ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα, αὐτὸς τόν γ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας, σὺν δ ἕταροι ἠείραν ἐϋξέστην ἐπ ἀπήνην. ᾤμωξέν τ ἄρ ἔπειτα, φίλον δ ὀνόμηνεν ἑταῖρον: μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι εἰν Αἴ¨δός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα. σοὶ δ αὖ ἐγὼ καὶ τῶνδ ἀποδάσσομαι ὅσς ἐπέοικεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION