- 텍스트

Homer, Iliad, Book 24 48:

(호메로스, 일리아스, Book 24 48:)

ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον Ἑρμείας:? Πρίαμος δ ἐξ ἵππων ἆλτο χαμᾶζε, Ἰδαῖον δὲ κατ αὖθι λίπεν: ὃ δὲ μίμνεν ἐρύκων ἵππους ἡμιόνους τε: γέρων δ ἰθὺς κίεν οἴκου, τῇ ῥ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος: ἐν δέ μιν αὐτὸν εὑρ῀, ἕταροι δ ἀπάνευθε καθήατο: τὼ δὲ δύ οἰώ ἡρ´ως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος ποίπνυον παρεόντε: νέον δ ἀπέληγεν ἐδωδῆς ἔσθων καὶ πίνων: ἔτι καὶ παρέκειτο τράπεζα. τοὺς δ ἔλαθ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ ἄρα στὰς χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἱᾶς. ὡς δ ὅτ ἂν ἄνδρ ἄτη πυκινὴ λάβῃ, ὅς τ ἐνὶ πάτρῃ φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ ἔχει εἰσορόωντας, ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα: θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο. τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἐείπε: μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ Ἀχιλλεῦ, τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ: καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες τείρους, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. ἀλλ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων χαίρει τ ἐν θυμῷ, ἐπί τ ἔλπεται ἤματα πάντα ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα: αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἱᾶς ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δ οὔ τινά φημι λελεῖφθαι. πεντήκοντά μοι ἦσαν ὅτ ἤλυθον υἱε῀ς Ἀχαιῶν: ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, τοὺς δ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ ἔλυσεν: ὃς δέ μοι οἰο῀ς ἐήν, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης Ἕκτορα: τοῦ νῦν εἵνεχ ἱκάνω νῆας Ἀχαιῶν λυσόμενος παρὰ σεῖο, φέρω δ ἀπερείσι ἄποινα. ἀλλ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τ ἐλέησον μνησάμενος σοῦ πατρός: ἐγὼ δ ἐλεεινότερός περ, ἔτλην δ οἷ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ ὀρέγεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION