- 텍스트

Homer, Iliad, Book 24 46:

(호메로스, 일리아스, Book 24 46:)

ἦ καὶ ἀναΐξας ἐριούνιος ἁρ´μα καὶ ἵππους καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, ἐν δ ἔπνευς ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.? ἀλλ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο, οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, τοῖσι δ ἐφ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης πᾶσιν, ἄφαρ δ ὠΐξε πύλας καὶ ἀπῶσεν ὀχῆας, ἐς δ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ ἐπ ἀπήνης. ἀλλ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι δοῦρ ἐλάτης κέρσαντες: ἀτὰρ καθύπερθεν ἔρεψαν λαχνήεντ ὄροφον λειμωνόθεν ἀμήσαντες: ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι σταυροῖσιν πυκινοῖσι: θύρην δ ἔχε μοῦνος ἐπιβλὴς εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί, τρεῖς δ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων τῶν ἄλλων: Ἀχιλεὺς δ ἄρ ἐπιρρήσσεσκε καὶ οἰο῀ς: δή ῥα τόθ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, ἐς δ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι, ἐξ ἵππων δ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε: ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα Ἑρμείας: σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν. ἀλλ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ Ἀχιλῆος ὀφθαλμοὺς εἴσειμι: νεμεσσητὸν δέ κεν εἰή ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην: τύνη δ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION