호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ αἰνῶς, ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, στῆ δὲ ταφών:? αὐτὸς δ ἐριούνιος ἐγγύθεν ἐλθὼν χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε: πῇ πάτερ ὧδ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις νύκτα δι ἀμβροσίην, ὅτε θ εὕδουσι βροτοὶ ἄλλοι· οὐδὲ σύ γ ἔδεισας μένεα πνείοντας Ἀχαιούς, οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἐάσι· τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν τοσσάδ ὀνείατ ἄγοντα, τίς ἂν δή τοι νόος εἰή· οὔτ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ, ἄνδρ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἀλλ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον σεῦ ἀπαλεξήσαιμι: φίλῳ δέ σε πατρὶ ἐΐσκω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기