호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν’ ὃ γεραιὸσ χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη χέρνιβον ἀμφίπολοσ πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα. νιψάμενοσ δὲ κύπελλον ἐδέξατο ἧσ ἀλόχοιο· εὔχετ’ ἔπειτα στὰσ μέσῳ ἑρ́κεϊ, λεῖβε δὲ οἶνον οὐρανὸν εἰσανιδών, καὶ φωνήσασ ἔποσ ηὔδα· Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε δόσ μ’ ἐσ Ἀχιλλῆοσ φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν, πέμψον δ’ οἰωνὸν ταχὺν ἄγγελον, ὅσ τε σοὶ αὐτῷ φίλτατοσ οἰωνῶν, καί εὑ κράτοσ ἐστὶ μέγιστον, δεξιόν, ὄφρά μιν αὐτὸσ ἐν ὀφθαλμοῖσι νοήσασ τῷ πίσυνοσ ἐπὶ νῆασ ἰώ Δαναῶν ταχυπώλων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기