- 텍스트

Homer, Iliad, Book 24 24:

(호메로스, 일리아스, Book 24 24:)

ὣς ἔφαθ, οἳ δ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν ἐκ μὲν ἄμαξαν ἀείραν ἐΰτροχον ἡμιονείην καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ αὐτῆς, κὰδ δ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός:? ἐκ δ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, τρὶς δ ἑκάτερθεν ἔδησαν ἐπ ὀμφαλόν, αὐτὰρ ἔπειτα ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ ἔκαμψαν. ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ ἀπήνης νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι ἄποινα, ζεῦξαν δ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα. ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION