- 텍스트

Homer, Iliad, Book 24 11:

(호메로스, 일리아스, Book 24 11:)

ὣς ἔφατ, οὐδ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, βῆ δὲ κατ Οὐλύμποιο καρήνων ἀΐξασα, ἷξεν δ ἐς κλισίην οὗ υἱέος:? ἔνθ ἄρα τόν γε εὑρ῀ ἁδινὰ στενάχοντα: φίλοι δ ἀμφ αὐτὸν ἑταῖροι ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον: τοῖσι δ ὀΐς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο. ἣ δὲ μάλ ἄγχ αὐτοῖο καθέζετο πότνια μήτηρ, χειρί τέ μιν κατέρεξεν ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζε: τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου οὔτ εὐνῆς· ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι μίσγεσθ: οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή. ἀλλ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι: σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ ἔξοχα πάντων ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν Ἕκτορ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ ἀπέλυσας. ἀλλ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION