호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἔφατ, ὦρτο δ ἔπειτα μενεπτόλεμος Πολυποίτης, ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, ἂν δ Αἰάς Τελαμωνιάδης καὶ δῖος Ἐπειός.? ἑξείης δ ἵσταντο, σόλον δ ἕλε δῖος Ἐπειός, ἧκε δὲ δινήσας: γέλασαν δ ἐπὶ πάντες Ἀχαιοί. δεύτερος αὖτ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος: τὸ τρίτον αὖτ ἔρριψε μέγας Τελαμώνιος Αἰάς χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων. ἀλλ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, ὅσσόν τίς τ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, ἣ δέ θ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε: τοὶ δὲ βόησαν. ἀνστάντες δ ἕταροι Πολυποίταο κρατεροῖο νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἀέθλον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기