호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ ἵππον ἄγειν· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρασ ἐπείγει. ὃ δ’ ἔπειτα λέβηθ’ ἕλε παμφανόωντα. Μηριόνησ δ’ ἀνάειρε δύω χρυσοῖο τάλαντα τέτρατοσ, ὡσ ἔλασεν. πέμπτον δ’ ὑπελείπετ’ ἀέθλον, ἀμφίθετοσ φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺσ Ἀργείων ἀν’ ἀγῶνα φέρων, καὶ ἐείπε παραστάσ· τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω Πατρόκλοιο τάφου μνῆμ’ ἔμμεναι· οὐ γὰρ ἔτ’ αὐτὸν ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδ’ ἀέθλον αὔτωσ· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεισ, οὐδ’ ἔτ’ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι θεύσεαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기