- 텍스트

Homer, Iliad, Book 23 48:

(호메로스, 일리아스, Book 23 48:)

τῷ δ ἄρ ἐπ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον:? ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ ἐγγύθεν ὠκέας ἵππους. ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι: τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι: ὃ δέ τ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος: τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο λείπετ: ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, ἀλλά μιν αἶψα κίχανεν: ὀφέλλετο γὰρ μένος ἠῢ ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης: εἰ δέ κ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, τώ κέν μιν παρέλασς οὐδ ἀμφήριστον ἔθηκεν. αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος λείπετ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν: βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, ἤκιστος δ ἦν αὐτὸς ἐλαυνέμεν ἁρ´μ ἐν ἀγῶνι. υἱὸς δ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων ἕλκων ἁρ´ματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους. τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, στὰς δ ἄρ ἐν Ἀργείοις ἔπεα πτερόεντ ἀγόρευε: λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους: ἀλλ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς δεύτερ: ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION