호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ’ αἰσχρῶσ ἐνένιπεν Οἰ̈λῆοσ ταχὺσ Αἰάσ· Ἰδομενεῦ τί πάροσ λαβρεύεαι; αἳ δέ τ’ ἄνευθεν ἵπποι ἀερσίποδεσ πολέοσ πεδίοιο δίενται. οὔτε νεώτατόσ ἐσσι μετ’ Ἀργείοισι τοσοῦτον, οὔτέ τοι ὀξύτατον κεφαλῆσ ἐκδέρκεται ὄσσε· ἀλλ’ αἰεὶ μύθοισ λαβρεύεαι· οὐδέ τί σε χρὴ λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονεσ ἄλλοι. ἵπποι δ’ αὐταὶ ἐάσι παροίτεραι, αἳ τὸ πάροσ περ, Εὐμήλου, ἐν δ’ αὐτὸσ ἔχων εὔληρα βέβηκε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기