- 텍스트

Homer, Iliad, Book 23 36:

(호메로스, 일리아스, Book 23 36:)

ὣς ἔφαθ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον:? αἶψα δ ἔπειτα στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. ῥωχμὸς ἐήν γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα: τῇ ῥ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων. Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. Ἀτρεΐδης δ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει: Ἀντίλοχ ἀφραδέως ἱππάζεαι, ἀλλ ἄνεχ ἵππους: στεινωπὸς γὰρ ὁδός, τάχα δ εὐρυτέρη παρελάσσαι: μή πως ἀμφοτέρους δηλήσεαι ἁρ´ματι κύρσας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION