- 텍스트

Homer, Iliad, Book 23 34:

(호메로스, 일리아스, Book 23 34:)

ἀλλ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι ἂψ ἐφ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου φαίνετ, ἄφαρ δ ἵπποισι τάθη δρόμος:? ὦκα δ ἔπειτα αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. τὰς δὲ μετ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ ἔσαν, ἀλλὰ μάλ ἐγγύς: αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, πνοιῇ δ Εὐμήλοιο μετάφρενον εὐρέε τ ὤμω θέρμετ: ἐπ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην. καί νύ κεν ἢ παρέλασς ἢ ἀμφήριστον ἔθηκεν, εἰ μὴ Τυδέος υἱῗ κοτέσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. τοῖο δ ἀπ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, οὕνεκα τὰς μὲν ὁρ´α ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION